Thesauros Edebiyat Felsefe Γοργίας

Γοργίας

Γοργίας Plato

495

Σωκράτης
ΣΩ. διαφθείρεις, ὦ Καλλίκλεις, τοὺς πρώτους λόγους, καὶ οὐκ ἂν ἔτι μετʼ ἐμοῦ ἱκανῶς τὰ ὄντα ἐξετάζοις, εἴπερ παρὰ τὰ δοκοῦντα σαυτῷ ἐρεῖς.
Καλλίκλης
ΚΑΛ. καὶ γὰρ σύ, ὦ Σώκρατες.
Σωκράτης
ΣΩ. οὐ τοίνυν ὀρθῶς ποιῶ οὔτʼ ἐγώ, εἴπερ ποιῶ τοῦτο, οὔτε σύ. ἀλλʼ, ὦ μακάριε, ἄθρει μὴ οὐ τοῦτο ᾖ τὸ ἀγαθόν, τὸ πάντως χαίρειν· ταῦτά τε γὰρ τὰ νυνδὴ αἰνιχθέντα πολλὰ καὶ αἰσχρὰ φαίνεται συμβαίνοντα, εἰ τοῦτο οὕτως ἔχει, καὶ ἄλλα πολλά. 5
Καλλίκλης
ΚΑΛ. ὡς σύ γε οἴει, ὦ Σώκρατες.
Σωκράτης
ΣΩ. σὺ δὲ τῷ ὄντι, ὦ Καλλίκλεις, ταῦτα ἰσχυρίζῃ;
Καλλίκλης
ΚΑΛ. ἔγωγε.
Σωκράτης
ΣΩ. ἐπιχειρῶμεν ἄρα τῷ λόγῳ ὡς σοῦ σπουδάζοντος;
Καλλίκλης
ΚΑΛ. πάνυ γε σφόδρα. 10
Σωκράτης
ΣΩ. ἴθι δή μοι, ἐπειδὴ οὕτω δοκεῖ, διελοῦ τάδε· ἐπιστήμην που καλεῖς τι;
Καλλίκλης
ΚΑΛ. ἔγωγε.
Σωκράτης
ΣΩ. οὐ καὶ ἀνδρείαν νυνδὴ ἔλεγές τινα εἶναι μετὰ ἐπιστήμης;
Καλλίκλης
ΚΑΛ. ἔλεγον γάρ.
Σωκράτης
ΣΩ. ἄλλο τι οὖν ὡς ἕτερον τὴν ἀνδρείαν τῆς ἐπιστήμης δύο ταῦτα ἔλεγες; 15
Καλλίκλης
ΚΑΛ. σφόδρα γε.
Σωκράτης
ΣΩ. τί δέ; ἡδονὴν καὶ ἐπιστήμην ταὐτὸν ἢ ἕτερον;
Καλλίκλης
ΚΑΛ. ἕτερον δήπου, ὦ σοφώτατε σύ.
Σωκράτης
ΣΩ. ἦ καὶ ἀνδρείαν ἑτέραν ἡδονῆς;
Καλλίκλης
ΚΑΛ. πῶς γὰρ οὔ; 20
Σωκράτης
ΣΩ. φέρε δὴ ὅπως μεμνησόμεθα ταῦτα, ὅτι Καλλικλῆς ἔφη Ἀχαρνεὺς ἡδὺ μὲν καὶ ἀγαθὸν ταὐτὸν εἶναι, ἐπιστήμην δὲ καὶ ἀνδρείαν καὶ ἀλλήλων καὶ τοῦ ἀγαθοῦ ἕτερον.
Καλλίκλης
ΚΑΛ. Σωκράτης δέ γε ἡμῖν ὁ Ἀλωπεκῆθεν οὐχ ὁμολογεῖ ταῦτα. ἢ ὁμολογεῖ;

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi