Thesauros Edebiyat Felsefe Γοργίας

Γοργίας

Γοργίας Plato

450

Γοργίας
ΓΟΡ. ἀνάγκη.
Σωκράτης
ΣΩ. καὶ ἡ ἰατρικὴ ἄρα, ὡς ἔοικεν, περὶ λόγους ἐστίν.
Γοργίας
ΓΟΡ. ναί.
Σωκράτης
ΣΩ. τούς γε περὶ τὰ νοσήματα; 5
Γοργίας
ΓΟΡ. μάλιστα.
Σωκράτης
ΣΩ. οὐκοῦν καὶ ἡ γυμναστικὴ περὶ λόγους ἐστὶν τοὺς περὶ εὐεξίαν τε τῶν σωμάτων καὶ καχεξίαν;
Γοργίας
ΓΟΡ. πάνυ γε.
Σωκράτης
ΣΩ. καὶ μὴν καὶ αἱ ἄλλαι τέχναι, ὦ Γοργία, οὕτως ἔχουσιν· ἑκάστη αὐτῶν περὶ λόγους ἐστὶν τούτους, οἳ τυγχάνουσιν ὄντες περὶ τὸ πρᾶγμα οὗ ἑκάστη ἐστὶν ἡ τέχνη.
Γοργίας
ΓΟΡ. φαίνεται. 10
Σωκράτης
ΣΩ. τί οὖν δή ποτε τὰς ἄλλας τέχνας οὐ ῥητορικὰς καλεῖς, οὔσας περὶ λόγους, εἴπερ ταύτην ῥητορικὴν καλεῖς, ἣ ἂν ᾖ περὶ λόγους;
Γοργίας
ΓΟΡ. ὅτι, ὦ Σώκρατες, τῶν μὲν ἄλλων τεχνῶν περὶ χειρουργίας τε καὶ τοιαύτας πράξεις ὡς ἔπος εἰπεῖν πᾶσά ἐστιν ἡ ἐπιστήμη, τῆς δὲ ῥητορικῆς οὐδέν ἐστιν τοιοῦτον χειρούργημα, ἀλλὰ πᾶσα ἡ πρᾶξις καὶ ἡ κύρωσις διὰ λόγων ἐστίν. διὰ ταῦτʼ ἐγὼ τὴν ῥητορικὴν τέχνην ἀξιῶ εἶναι περὶ λόγους, ὀρθῶς λέγων, ὡς ἐγώ φημι.
Σωκράτης
ΣΩ. ἆρʼ οὖν μανθάνω οἵαν αὐτὴν βούλει καλεῖν; τάχα δὲ εἴσομαι σαφέστερον. ἀλλʼ ἀπόκριναι· εἰσὶν ἡμῖν τέχναι. ἦ γάρ;
Γοργίας
ΓΟΡ. ναί.
Σωκράτης
ΣΩ. πασῶν δὴ οἶμαι τῶν τεχνῶν τῶν μὲν ἐργασία τὸ πολύ ἐστιν καὶ λόγου βραχέος δέονται, ἔνιαι δὲ οὐδενὸς ἀλλὰ τὸ τῆς τέχνης περαίνοιτο ἂν καὶ διὰ σιγῆς, οἷον γραφικὴ καὶ ἀνδριαντοποιία καὶ ἄλλαι πολλαί. τὰς τοιαύτας μοι δοκεῖς λέγειν, περὶ ἃς οὐ φῂς τὴν ῥητορικὴν εἶναι· ἢ οὔ; 15
Γοργίας
ΓΟΡ. πάνυ μὲν οὖν καλῶς ὑπολαμβάνεις, ὦ Σώκρατες.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi