Thesauros Edebiyat Felsefe Γοργίας

Γοργίας

Γοργίας Plato

475

Σωκράτης
ΣΩ. οὐκοῦν εἴπερ αἴσχιον τὸ ἀδικεῖν τοῦ ἀδικεῖσθαι, ἤτοι λυπηρότερόν ἐστιν καὶ λύπῃ ὑπερβάλλον αἴσχιον ἂν εἴη ἢ κακῷ ἢ ἀμφοτέροις; οὐ καὶ τοῦτο ἀνάγκη;
Πῶλος
ΠΩΛ. πῶς γὰρ οὔ;
Σωκράτης
ΣΩ. πρῶτον μὲν δὴ σκεψώμεθα, ἆρα λύπῃ ὑπερβάλλει τὸ ἀδικεῖν τοῦ ἀδικεῖσθαι, καὶ ἀλγοῦσι μᾶλλον οἱ ἀδικοῦντες ἢ οἱ ἀδικούμενοι;
Πῶλος
ΠΩΛ. οὐδαμῶς, ὦ Σώκρατες, τοῦτό γε. 15
Σωκράτης
ΣΩ. οὐκ ἄρα λύπῃ γε ὑπερέχει.
Πῶλος
ΠΩΛ. οὐ δῆτα.
Σωκράτης
ΣΩ. οὐκοῦν εἰ μὴ λύπῃ, ἀμφοτέροις μὲν οὐκ ἂν ἔτι ὑπερβάλλοι.
Πῶλος
ΠΩΛ. οὐ φαίνεται.
Σωκράτης
ΣΩ. οὐκοῦν τῷ ἑτέρῳ λείπεται. 20
Πῶλος
ΠΩΛ. ναί.
Σωκράτης
ΣΩ. τῷ κακῷ.
Πῶλος
ΠΩΛ. ἔοικεν.
Σωκράτης
ΣΩ. οὐκοῦν κακῷ ὑπερβάλλον τὸ ἀδικεῖν κάκιον ἂν εἴη τοῦ ἀδικεῖσθαι.
Πῶλος
ΠΩΛ. δῆλον δὴ ὅτι. 25
Σωκράτης
ΣΩ. ἄλλο τι οὖν ὑπὸ μὲν τῶν πολλῶν ἀνθρώπων καὶ ὑπὸ σοῦ ὡμολογεῖτο ἡμῖν ἐν τῷ ἔμπροσθεν χρόνῳ αἴσχιον εἶναι τὸ ἀδικεῖν τοῦ ἀδικεῖσθαι;
Πῶλος
ΠΩΛ. ναί.
Σωκράτης
ΣΩ. νῦν δέ γε κάκιον ἐφάνη.
Πῶλος
ΠΩΛ. ἔοικε.
Σωκράτης
ΣΩ. δέξαιο ἂν οὖν σὺ μᾶλλον τὸ κάκιον καὶ τὸ αἴσχιον ἀντὶ τοῦ ἧττον; μὴ ὄκνει ἀποκρίνασθαι, ὦ Πῶλε· οὐδὲν γὰρ βλαβήσῃ· ἀλλὰ γενναίως τῷ λόγῳ ὥσπερ ἰατρῷ παρέχων ἀποκρίνου, καὶ ἢ φάθι ἢ μὴ ἃ ἐρωτῶ. 30
Πῶλος
ΠΩΛ. ἀλλʼ οὐκ ἂν δεξαίμην, ὦ Σώκρατες.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi