Thesauros Edebiyat Felsefe Γοργίας

Γοργίας

Γοργίας Plato

466

Σωκράτης
ΣΩ. ἐὰν μὲν οὖν καὶ ἐγὼ σοῦ ἀποκρινομένου μὴ ἔχω ὅτι χρήσωμαι, ἀπότεινε καὶ σὺ λόγον, ἐὰν δὲ ἔχω, ἔα με χρῆσθαι· δίκαιον γάρ. καὶ νῦν ταύτῃ τῇ ἀποκρίσει εἴ τι ἔχεις χρῆσθαι, χρῶ.
Πῶλος
ΠΩΛ. τί οὖν φῄς; κολακεία δοκεῖ σοι εἶναι ἡ ῥητορική;
Σωκράτης
ΣΩ. κολακείας μὲν οὖν ἔγωγε εἶπον μόριον. ἀλλʼ οὐ μνημονεύεις τηλικοῦτος ὤν, ὦ Πῶλε; τί τάχα δράσεις;
Πῶλος
ΠΩΛ. ἆρʼ οὖν δοκοῦσί σοι ὡς κόλακες ἐν ταῖς πόλεσι φαῦλοι νομίζεσθαι οἱ ἀγαθοὶ ῥήτορες;
Σωκράτης
ΣΩ. ἐρώτημα τοῦτʼ ἐρωτᾷς ἢ λόγου τινὸς ἀρχὴν λέγεις; 5
Πῶλος
ΠΩΛ. ἐρωτῶ ἔγωγε.
Σωκράτης
ΣΩ. οὐδὲ νομίζεσθαι ἔμοιγε δοκοῦσιν.
Πῶλος
ΠΩΛ. πῶς οὐ νομίζεσθαι; οὐ μέγιστον δύνανται ἐν ταῖς πόλεσιν;
Σωκράτης
ΣΩ. οὔκ, εἰ τὸ δύνασθαί γε λέγεις ἀγαθόν τι εἶναι τῷ δυναμένῳ.
Πῶλος
ΠΩΛ. ἀλλὰ μὴν λέγω γε. 10
Σωκράτης
ΣΩ. ἐλάχιστον τοίνυν μοι δοκοῦσι τῶν ἐν τῇ πόλει δύνασθαι οἱ ῥήτορες.
Πῶλος
ΠΩΛ. τί δέ; οὐχ, ὥσπερ οἱ τύραννοι, ἀποκτεινύασίν τε ὃν ἂν βούλωνται, καὶ ἀφαιροῦνται χρήματα καὶ ἐκβάλλουσιν ἐκ τῶν πόλεων ὃν ἂν δοκῇ αὐτοῖς;
Σωκράτης
ΣΩ. νὴ τὸν κύνα, ἀμφιγνοῶ μέντοι, ὦ Πῶλε, ἐφʼ ἑκάστου ὧν λέγεις πότερον αὐτὸς ταῦτα λέγεις καὶ γνώμην σαυτοῦ ἀποφαίνῃ, ἢ ἐμὲ ἐρωτᾷς.
Πῶλος
ΠΩΛ. ἀλλʼ ἔγωγε σὲ ἐρωτῶ.
Σωκράτης
ΣΩ. εἶεν, ὦ φίλε· ἔπειτα δύο ἅμα με ἐρωτᾷς; 15
Πῶλος
ΠΩΛ. πῶς δύο;
Σωκράτης
ΣΩ. οὐκ ἄρτι οὕτω πως ἔλεγες· ἦ οὐχὶ ἀποκτεινύασιν οἱ ῥήτορες οὓς ἂν βούλωνται, ὥσπερ οἱ τύραννοι, καὶ χρήματα ἀφαιροῦνται καὶ ἐξελαύνουσιν ἐκ τῶν πόλεων ὃν ἂν δοκῇ αὐτοῖς;
Πῶλος
ΠΩΛ. ἔγωγε.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi