Thesauros Edebiyat Felsefe Γοργίας

Γοργίας

Γοργίας Plato

516

Σωκράτης
ΣΩ. ἀλλὰ τάδε οὐκέτι ἀκούω, ἀλλʼ οἶδα σαφῶς καὶ ἐγὼ καὶ σύ, ὅτι τὸ μὲν πρῶτον ηὐδοκίμει Περικλῆς καὶ οὐδεμίαν αἰσχρὰν δίκην κατεψηφίσαντο αὐτοῦ Ἀθηναῖοι, ἡνίκα χείρους ἦσαν· ἐπειδὴ δὲ καλοὶ κἀγαθοὶ ἐγεγόνεσαν ὑπʼ αὐτοῦ, ἐπὶ τελευτῇ τοῦ βίου τοῦ Περικλέους, κλοπὴν αὐτοῦ κατεψηφίσαντο, ὀλίγου δὲ καὶ θανάτου ἐτίμησαν, δῆλον ὅτι ὡς πονηροῦ ὄντος.
Καλλίκλης
ΚΑΛ. τί οὖν; τούτου ἕνεκα κακὸς ἦν Περικλῆς;
Σωκράτης
ΣΩ. ὄνων γοῦν ἂν ἐπιμελητὴς καὶ ἵππων καὶ βοῶν τοιοῦτος ὢν κακὸς ἂν ἐδόκει εἶναι, εἰ παραλαβὼν μὴ λακτίζοντας ἑαυτὸν μηδὲ κυρίττοντας μηδὲ δάκνοντας ἀπέδειξε ταῦτα ἅπαντα ποιοῦντας διʼ ἀγριότητα. ἢ οὐ δοκεῖ σοι κακὸς εἶναι ἐπιμελητὴς ὁστισοῦν ὁτουοῦν ζῴου, ὃς ἂν παραλαβὼν ἡμερώτερα ἀποδείξῃ ἀγριώτερα ἢ παρέλαβε; δοκεῖ ἢ οὔ;
Καλλίκλης
ΚΑΛ. πάνυ γε, ἵνα σοι χαρίσωμαι.
Σωκράτης
ΣΩ. καὶ τόδε τοίνυν μοι χάρισαι ἀποκρινάμενος· πότερον καὶ ὁ ἄνθρωπος ἓν τῶν ζῴων ἐστὶν ἢ οὔ; 5
Καλλίκλης
ΚΑΛ. πῶς γὰρ οὔ;
Σωκράτης
ΣΩ. οὐκοῦν ἀνθρώπων Περικλῆς ἐπεμέλετο;
Καλλίκλης
ΚΑΛ. ναί.
Σωκράτης
ΣΩ. τί οὖν; οὐκ ἔδει αὐτούς, ὡς ἄρτι ὡμολογοῦμεν, δικαιοτέρους γεγονέναι ἀντὶ ἀδικωτέρων ὑπʼ ἐκείνου, εἴπερ ἐκεῖνος ἐπεμελεῖτο αὐτῶν ἀγαθὸς ὢν τὰ πολιτικά;
Καλλίκλης
ΚΑΛ. πάνυ γε. 10
Σωκράτης
ΣΩ. οὐκοῦν οἵ γε δίκαιοι ἥμεροι, ὡς ἔφη Ὅμηρος· σὺ δὲ τί φῄς; οὐχ οὕτως;
Καλλίκλης
ΚΑΛ. ναί.
Σωκράτης
ΣΩ. ἀλλὰ μὴν ἀγριωτέρους γε αὐτοὺς ἀπέφηνεν ἢ οἵους παρέλαβεν, καὶ ταῦτʼ εἰς αὑτόν, ὃν ἥκιστʼ ἂν ἐβούλετο.
Καλλίκλης
ΚΑΛ. βούλει σοι ὁμολογήσω;
Σωκράτης
ΣΩ. εἰ δοκῶ γε σοι ἀληθῆ λέγειν. 15
Καλλίκλης
ΚΑΛ. ἔστω δὴ ταῦτα.
Σωκράτης
ΣΩ. οὐκοῦν εἴπερ ἀγριωτέρους, ἀδικωτέρους τε καὶ χείρους;
Καλλίκλης
ΚΑΛ. ἔστω.
Σωκράτης
ΣΩ. οὐκ ἄρʼ ἀγαθὸς τὰ πολιτικὰ Περικλῆς ἦν ἐκ τούτου τοῦ λόγου.
Καλλίκλης
ΚΑΛ. οὐ σύ γε φῄς. 20

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi