Thesauros Edebiyat Felsefe Ἵππαρχος

Ἵππαρχος

Ἵππαρχος Plato

231–232

Ἑταῖρος
ΕΤ. ζημίαν δήπου, ὦ Σώκρατες· ἀντὶ δωδεκαστασίου γὰρ διστάσιον αὐτῷ καθίσταται τὸ χρυσίον.
Σωκράτης
ΣΩ. καὶ μὴν πλέον γʼ εἴληφεν· ἢ οὐ πλέον ἐστὶ τὸ διπλάσιον τοῦ ἡμίσεος;
Ἑταῖρος
ΕΤ. οὔτι τῇ ἀξίᾳ γε ἀργύριον χρυσίου. 20
Σωκράτης
ΣΩ. δεῖ ἄρα, ὡς ἔοικε, τῷ κέρδει τοῦτο προσεῖναι, τὴν ἀξίαν. νῦν γοῦν τὸ μὲν ἀργύριον πλέον ὂν τοῦ χρυσίου οὐ φῂς ἄξιον εἶναι, τὸ δὲ χρυσίον ἔλαττον ὂν ἄξιον φῂς εἶναι.
Ἑταῖρος
ΕΤ. σφόδρα· ἔχει γὰρ οὕτως.
Σωκράτης
ΣΩ. τὸ μὲν ἄξιον ἄρα κερδαλέον ἐστίν, ἐάντε σμικρὸν ᾖ ἐάντε μέγα, τὸ δὲ ἀνάξιον ἀκερδές.
Ἑταῖρος
ΕΤ. ναί.
Σωκράτης
ΣΩ. τὸ δὲ ἄξιον λέγεις ἄξιον εἶναι ἄλλο τι ἢ κεκτῆσθαι; 25
Ἑταῖρος
ΕΤ. ναί, κεκτῆσθαι.
Σωκράτης
ΣΩ. τὸ δὲ ἄξιον αὖ λέγεις κεκτῆσθαι τὸ ἀνωφελὲς ἢ τὸ ὠφέλιμον;
Ἑταῖρος
ΕΤ. τὸ ὠφέλιμον δήπου.
Σωκράτης
ΣΩ. οὐκοῦν τὸ ὠφέλιμον ἀγαθόν ἐστιν;
Ἑταῖρος
ΕΤ. ναί.
Σωκράτης
ΣΩ. οὐκοῦν, ὦ ἀνδρειότατε πάντων, οὐ τὸ κερδαλέον ἀγαθὸν αὖ πάλιν τρίτον ἢ τέταρτον ἥκει ἡμῖν ὁμολογούμενον;
Ἑταῖρος
ΕΤ. ἔοικεν.
Σωκράτης
ΣΩ. μνημονεύεις οὖν ὅθεν ἡμῖν οὗτος ὁ λόγος γέγονεν; 5
Ἑταῖρος
ΕΤ. οἶμαί γε.
Σωκράτης
ΣΩ. εἰ δὲ μή, ἐγώ σε ὑπομνήσω. ἠμφεσβήτησάς μοι τοὺς ἀγαθοὺς μὴ πάντα τὰ κέρδη βούλεσθαι κερδαίνειν, ἀλλὰ τῶν κερδῶν τἀγαθά, τὰ δὲ πονηρὰ μή.
Ἑταῖρος
ΕΤ. ναίχι.
Σωκράτης
ΣΩ. οὐκοῦν νῦν πάντα τὰ κέρδη ὁ λόγος ἡμᾶς ἠνάγκακε καὶ σμικρὰ καὶ μεγάλα ὁμολογεῖν ἀγαθὰ εἶναι;

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi