Thesauros Edebiyat Felsefe Ἵππαρχος

Ἵππαρχος

Ἵππαρχος Plato

231

Σωκράτης
ΣΩ. καὶ περὶ ποτοῦ οὖν ὁ αὐτὸς ἂν τρόπος εἴη τῆς ἀποκρίσεως, ὅτι τῇ τοῦ σώματος ὑγρᾷ τροφῇ, ἐάντε χρηστὴ ἐάντε πονηρὰ ᾖ, τοῦτο τὸ ὄνομά ἐστι, ποτόν· καὶ τοῖς ἄλλοις ὡσαύτως. πειρῶ οὖν καὶ σὺ ἐμὲ μιμεῖσθαι οὕτως ἀποκρινόμενον. τὸ χρηστὸν κέρδος καὶ τὸ πονηρὸν κέρδος κέρδος φῂς ἀμφότερον εἶναι τί τὸ αὐτὸ ἐν αὐτοῖς ὁρῶν, ὅτι δὴ καὶ τοῦτο κέρδος ἐστίν; εἰ δʼ αὖ μὴ αὐτὸς ἔχεις ἀποκρίνασθαι, ἀλλʼ ἐμοῦ λέγοντος σκόπει· ἆρα κέρδος λέγεις πᾶν κτῆμα ὃ ἄν τις κτήσηται ἢ μηδὲν ἀναλώσας, ἢ ἔλαττον ἀναλώσας πλέον λάβῃ;
Ἑταῖρος
ΕΤ. ἔμοιγε δοκῶ τοῦτο καλεῖν κέρδος.
Σωκράτης
ΣΩ. ἆρα καὶ τὰ τοιάδε λέγεις, ἐάν τις ἑστιαθείς, μηδὲν ἀναλώσας ἀλλʼ εὐωχηθείς, νόσον κτήσηται;
Ἑταῖρος
ΕΤ. μὰ Δίʼ οὐκ ἔγωγε.
Σωκράτης
ΣΩ. Ὑγίειαν δὲ κτησάμενος ἀπὸ ἑστιάσεως κέρδος ἂν κτήσαιτο ἢ ζημίαν; 5
Ἑταῖρος
ΕΤ. κέρδος.
Σωκράτης
ΣΩ. οὐκ ἄρα τοῦτό γέ ἐστι κέρδος, τὸ ὁτιοῦν κτῆμα κτήσασθαι.
Ἑταῖρος
ΕΤ. οὐ μέντοι.
Σωκράτης
ΣΩ. πότερον οὔκ, ἐὰν κακόν; ἢ οὐδʼ ἂν ἀγαθὸν ὁτιοῦν κτήσηται, οὐ κέρδος κτήσεται;
Ἑταῖρος
ΕΤ. φαίνεται, ἐάν γε ἀγαθόν. 10
Σωκράτης
ΣΩ. ἐὰν δὲ κακόν, οὐ ζημίαν κτήσεται;
Ἑταῖρος
ΕΤ. ἔμοιγε δοκεῖ.
Σωκράτης
ΣΩ. ὁρᾷς οὖν ὡς πάλιν αὖ περιτρέχεις εἰς τὸ αὐτό; τὸ μὲν κέρδος ἀγαθὸν φαίνεται, ἡ δὲ ζημία κακόν.
Ἑταῖρος
ΕΤ. ἀπορῶ ἔγωγε ὅτι εἴπω.
Σωκράτης
ΣΩ. οὐκ ἀδίκως γε σὺ ἀπορῶν. ἔτι γὰρ καὶ τόδε ἀπόκριναι· ἐάν τις ἔλαττον ἀναλώσας πλέον κτήσηται, φῂς κέρδος εἶναι; 15
Ἑταῖρος
ΕΤ. οὔτι κακόν γε λέγω, ἀλλʼ ἐὰν χρυσίον ἢ ἀργύριον ἔλαττον ἀναλώσας πλέον λάβῃ.
Σωκράτης
ΣΩ. καὶ ἐγὼ μέλλω τοῦτο ἐρήσεσθαι. φέρε γάρ, ἐάν τις χρυσίου σταθμὸν ἥμισυν ἀναλώσας διπλάσιον λάβῃ ἀργυρίου, κέρδος ἢ ζημίαν εἴληφεν;

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi