Thesauros Edebiyat Felsefe Ἀλκιβιάδης βʹ

Ἀλκιβιάδης βʹ

Ἀλκιβιάδης βʹ Plato

148

Σωκράτης
ΣΩ. ἀλλὰ φέρε πρὸς Διός—ὁρᾷς γὰρ δήπου τὴν ἀπορίαν ὅση τε καὶ οἵα, ταύτης δὲ καὶ σύ μοι δοκεῖς κεκοινωνηκέναι· μεταβαλλόμενός γέ τοι ἄνω καὶ κάτω οὐδʼ ὁτιοῦν παύῃ, ἀλλʼ ὅτι ἂν μάλιστά σοι δόξῃ, τοῦτο καὶ ἐκδεδυκέναι αὖ καὶ οὐκέτι ὡσαύτως δοκεῖν—εἰ οὖν σοί γʼ ἔτι καὶ νῦν ἐμφανὴς γενόμενος ὁ θεὸς πρὸς ὃν τυγχάνεις πορευόμενος ἐρωτήσειε, πρὶν ὁτιοῦν εὔξασθαί σε, εἰ ἐξαρκέσει σοι ἐκείνων τι γενέσθαι ὧνπερ καὶ ἐν ἀρχῇ ἐλέγετο, εἴτε καὶ αὐτῷ σοι ἐπιτρέψειεν εὔξασθαι, τί ποτʼ ἂν οἴει ἢ τῶν παρʼ ἐκείνου διδομένων λαμβάνων ἢ αὐτὸς εὐξάμενος γενέσθαι τοῦ καιροῦ τυχεῖν;
Ἀλκιβιάδης
ΑΛ. ἀλλὰ μὰ τοὺς θεούς, ἐγὼ μὲν οὐθὲν ἂν ἔχοιμί σοι εἰπεῖν, ὦ Σώκρατες, οὕτως· ἀλλὰ μάργον τί μοι δοκεῖ εἶναι, καὶ ὡς ἀληθῶς πολλῆς φυλακῆς, ὅπως μὴ λήσει τις αὑτὸν εὐχόμενος μὲν κακά, δοκῶν δὲ τἀγαθά, ἔπειτʼ ὀλίγον ἐπισχών, ὅπερ καὶ σὺ ἔλεγες, παλινῳδῇ, ἀνευχόμενος ἅττʼ ἂν τὸ πρῶτον εὔξηται.
Σωκράτης
ΣΩ. ἆρʼ οὖν οὐχὶ εἰδώς τι πλέον ἡμῶν ὁ ποιητής, οὗ καὶ ἐν ἀρχῇ τοῦ λόγου ἐπεμνήσθην, τὰ δειλὰ καὶ εὐχομένοις ἀπαλέξειν ἐκέλευεν;
Ἀλκιβιάδης
ΑΛ. ἔμοιγε δοκεῖ.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi