Thesauros Edebiyat Felsefe Ἀλκιβιάδης αʹ

Ἀλκιβιάδης αʹ

Ἀλκιβιάδης αʹ Plato

135

Σωκράτης
ΣΩ. τὸ δὲ κάλλιον πρεπωδέστερον;
Ἀλκιβιάδης
ΑΛ. πῶς δʼ οὔ;
Σωκράτης
ΣΩ. πρέπει ἄρα τῷ κακῷ δουλεύειν· ἄμεινον γάρ. 15
Ἀλκιβιάδης
ΑΛ. ναί.
Σωκράτης
ΣΩ. δουλοπρεπὲς ἄρʼ ἡ κακία.
Ἀλκιβιάδης
ΑΛ. φαίνεται.
Σωκράτης
ΣΩ. ἐλευθεροπρεπὲς δὲ ἡ ἀρετή.
Ἀλκιβιάδης
ΑΛ. ναί. 20
Σωκράτης
ΣΩ. οὐκοῦν φεύγειν χρή, ὦ ἑταῖρε, τὴν δουλοπρέπειαν;
Ἀλκιβιάδης
ΑΛ. μάλιστά γε, ὦ Σώκρατες.
Σωκράτης
ΣΩ. αἰσθάνῃ δὲ νῦν πῶς ἔχεις; ἐλευθεροπρεπῶς ἢ οὔ;
Ἀλκιβιάδης
ΑΛ. δοκῶ μοι καὶ μάλα σφόδρα αἰσθάνεσθαι.
Σωκράτης
ΣΩ. οἶσθʼ οὖν πῶς ἀποφεύξῃ τοῦτο τὸ περὶ σὲ νῦν; ἵνα μὴ ὀνομάζωμεν αὐτὸ ἐπὶ καλῷ ἀνδρί, 25
Ἀλκιβιάδης
ΑΛ. ἔγωγε.
Σωκράτης
ΣΩ. πῶς;
Ἀλκιβιάδης
ΑΛ. ἐὰν βούλῃ σύ, ὦ Σώκρατες.
Σωκράτης
ΣΩ. οὐ καλῶς λέγεις, ὦ Ἀλκιβιάδη.
Ἀλκιβιάδης
ΑΛ. ἀλλὰ πῶς χρὴ λέγειν; 30
Σωκράτης
ΣΩ. ὅτι ἐὰν θεὸς ἐθέλῃ.
Ἀλκιβιάδης
ΑΛ. λέγω δή. καὶ πρὸς τούτοις μέντοι τόδε λέγω, ὅτι κινδυνεύσομεν μεταβαλεῖν τὸ σχῆμα, ὦ Σώκρατες, τὸ μὲν σὸν ἐγώ, σὺ δὲ τοὐμόν· οὐ γὰρ ἔστιν ὅπως οὐ παιδαγωγήσω σε ἀπὸ τῆσδε τῆς ἡμέρας, σὺ δʼ ὑπʼ ἐμοῦ παιδαγωγήσῃ.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi