Thesauros Edebiyat Felsefe Ἀλκιβιάδης αʹ

Ἀλκιβιάδης αʹ

Ἀλκιβιάδης αʹ Plato

128

Σωκράτης
ΣΩ. φέρε δή, τί ἐστιν τὸ ἑαυτοῦ ἐπιμελεῖσθαι—μὴ πολλάκις λάθωμεν οὐχ ἡμῶν αὐτῶν ἐπιμελούμενοι, οἰόμενοι δέ —καὶ πότʼ ἄρα αὐτὸ ποιεῖ ἅνθρωπος; ἆρʼ ὅταν τῶν αὑτοῦ ἐπιμελῆται, τότε καὶ αὑτοῦ;
Ἀλκιβιάδης
ΑΛ. ἐμοὶ γοῦν δοκεῖ.
Σωκράτης
ΣΩ. τί δέ; ποδῶν ἅνθρωπος ποτε ἐπιμελεῖται; ἆρʼ ὅταν ἐκείνων ἐπιμελῆται ἅ ἐστι τῶν ποδῶν;
Ἀλκιβιάδης
ΑΛ. οὐ μανθάνω.
Σωκράτης
ΣΩ. καλεῖς δέ τι χειρός; οἷον δακτύλιον ἔστιν ὅτου ἂν ἄλλου τῶν τοῦ ἀνθρώπου φαίης ἢ δακτύλου; 5
Ἀλκιβιάδης
ΑΛ. οὐ δῆτα.
Σωκράτης
ΣΩ. οὐκοῦν καὶ ποδὸς ὑπόδημα τὸν αὐτὸν τρόπον;
Ἀλκιβιάδης
ΑΛ. ναί.
Σωκράτης
ΣΩ. καὶ ἱμάτια καὶ στρώματα τοῦ ἄλλου σώματος ὁμοίως;
Ἀλκιβιάδης
ΑΛ. ναί. 10
Σωκράτης
ΣΩ. ἆρʼ οὖν ὅταν ὑποδημάτων ἐπιμελώμεθα, τότε ποδῶν ἐπιμελούμεθα;
Ἀλκιβιάδης
ΑΛ. οὐ πάνυ μανθάνω, ὦ Σώκρατες.
Σωκράτης
ΣΩ. τί δέ, ὦ Ἀλκιβιάδη; ὀρθῶς ἐπιμελεῖσθαι καλεῖς τι ὁτουοῦν πράγματος;
Ἀλκιβιάδης
ΑΛ. ἔγωγε.
Σωκράτης
ΣΩ. ἆρʼ οὖν ὅταν τίς τι βέλτιον ποιῇ, τότε ὀρθὴν λέγεις ἐπιμέλειαν; 15
Ἀλκιβιάδης
ΑΛ. ναί.
Σωκράτης
ΣΩ. τίς οὖν τέχνη ὑποδήματα βελτίω ποιεῖ;
Ἀλκιβιάδης
ΑΛ. σκυτική.
Σωκράτης
ΣΩ. σκυτικῇ ἄρα ὑποδημάτων ἐπιμελούμεθα;
Ἀλκιβιάδης
ΑΛ. ναί. 20

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi