Thesauros Edebiyat Felsefe Ἀλκιβιάδης αʹ

Ἀλκιβιάδης αʹ

Ἀλκιβιάδης αʹ Plato

126–127

Σωκράτης
ΣΩ. οἴει ἂν οὖν, ὦ Ἀλκιβιάδη, ἄνδρα γυναικὶ περὶ ταλασιουργίας δύνασθαι ὁμονοεῖν, τὸν μὴ ἐπιστάμενον τῇ ἐπισταμένῃ;
Ἀλκιβιάδης
ΑΛ. οὐ δῆτα.
Σωκράτης
ΣΩ. οὐδέ γε δεῖ οὐδέν· γυναικεῖον γὰρ τοῦτό γε μάθημα. 30
Ἀλκιβιάδης
ΑΛ. ναί.
Σωκράτης
ΣΩ. τί δέ; γυνὴ ἀνδρὶ περὶ ὁπλιτικῆς δύναιτʼ ἂν ὁμονοεῖν μὴ μαθοῦσα;
Ἀλκιβιάδης
ΑΛ. οὐ δῆτα.
Σωκράτης
ΣΩ. ἀνδρεῖον γὰρ τοῦτό γε ἴσως αὖ φαίης ἂν εἶναι.
Ἀλκιβιάδης
ΑΛ. ἔγωγε.
Σωκράτης
ΣΩ. ἔστιν ἄρα τὰ μὲν γυναικεῖα, τὰ δὲ ἀνδρεῖα μαθήματα κατὰ τὸν σὸν λόγον. 5
Ἀλκιβιάδης
ΑΛ. πῶς δʼ οὔ;
Σωκράτης
ΣΩ. οὐκ ἄρα ἔν γε τούτοις ἐστὶν ὁμόνοια γυναιξὶ πρὸς ἄνδρας.
Ἀλκιβιάδης
ΑΛ. οὔ.
Σωκράτης
ΣΩ. οὐδʼ ἄρα φιλία, εἴπερ ἡ φιλία ὁμόνοια ἦν.
Ἀλκιβιάδης
ΑΛ. οὐ φαίνεται. 10
Σωκράτης
ΣΩ. ἧι ἄρα αἱ γυναῖκες τὰ αὑτῶν πράττουσιν, οὐ φιλοῦνται ὑπὸ τῶν ἀνδρῶν.
Ἀλκιβιάδης
ΑΛ. οὐκ ἔοικεν.
Σωκράτης
ΣΩ. οὐδʼ ἄρα οἱ ἄνδρες ὑπὸ τῶν γυναικῶν ᾗ τὰ αὑτῶν.
Ἀλκιβιάδης
ΑΛ. οὔ.
Σωκράτης
ΣΩ. οὐδʼ εὖ ἄρα ταύτῃ οἰκοῦνται αἱ πόλεις, ὅταν τὰ αὑτῶν ἕκαστοι πράττωσιν; 15
Ἀλκιβιάδης
ΑΛ. οἶμαι ἔγωγε, ὦ Σώκρατες.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi