Thesauros Edebiyat Felsefe Ἀλκιβιάδης αʹ

Ἀλκιβιάδης αʹ

Ἀλκιβιάδης αʹ Plato

120

Σωκράτης
ΣΩ. οὔκ, ὠγαθέ, ἀλλὰ πρὸς Μειδίαν σε δεῖ τὸν ὀρτυγοκόπον ἀποβλέπειν καὶ ἄλλους τοιούτους—οἳ τὰ τῆς πόλεως πράττειν ἐπιχειροῦσιν, ἔτι τὴν ἀνδραποδώδη, φαῖεν ἂν αἱ γυναῖκες, τρίχα ἔχοντες ἐν τῇ ψυχῇ ὑπʼ ἀμουσίας καὶ οὔπω ἀποβεβληκότες, ἔτι δὲ βαρβαρίζοντες ἐληλύθασι κολακεύσοντες τὴν πόλιν ἀλλʼ οὐκ ἄρξοντες—πρὸς τούτους σε δεῖ, οὕσπερ λέγω, βλέποντα σαυτοῦ δὴ ἀμελεῖν, καὶ μήτε μανθάνειν ὅσα μαθήσεως ἔχεται, μέλλοντα τοσοῦτον ἀγῶνα ἀγωνίζεσθαι, μήτε ἀσκεῖν ὅσα δεῖται ἀσκήσεως, καὶ πᾶσαν παρασκευὴν παρεσκευασμένον οὕτως ἰέναι ἐπὶ τὰ τῆς πόλεως.
Ἀλκιβιάδης
ΑΛ. ἀλλʼ, ὦ Σώκρατες, δοκεῖς μέν μοι ἀληθῆ λέγειν, οἶμαι μέντοι τούς τε Λακεδαιμονίων στρατηγοὺς καὶ τὸν Περσῶν βασιλέα οὐδὲν διαφέρειν τῶν ἄλλων.
Σωκράτης
ΣΩ. ἀλλʼ, ὦ ἄριστε, τὴν οἴησιν ταύτην σκόπει οἵαν ἔχεις.
Ἀλκιβιάδης
ΑΛ. τοῦ πέρι;
Σωκράτης
ΣΩ. πρῶτον μὲν ποτέρως ἂν οἴει σαυτοῦ μᾶλλον ἐπιμεληθῆναι, φοβούμενός τε καὶ οἰόμενος δεινοὺς αὐτοὺς εἶναι, ἢ μή; 10
Ἀλκιβιάδης
ΑΛ. δῆλον ὅτι εἰ δεινοὺς οἰοίμην.
Σωκράτης
ΣΩ. μῶν οὖν οἴει τι βλαβήσεσθαι ἐπιμεληθεὶς σαυτοῦ;
Ἀλκιβιάδης
ΑΛ. οὐδαμῶς, ἀλλὰ καὶ μεγάλα ὀνήσεσθαι.
Σωκράτης
ΣΩ. οὐκοῦν ἓν μὲν τοῦτο τοσοῦτον κακὸν ἔχει ἡ οἴησις αὕτη.
Ἀλκιβιάδης
ΑΛ. ἀληθῆ λέγεις. 15
Σωκράτης
ΣΩ. τὸ δεύτερον τοίνυν, ὅτι καὶ ψευδής ἐστιν, ἐκ τῶν εἰκότων σκέψαι.
Ἀλκιβιάδης
ΑΛ. πῶς δή;
Σωκράτης
ΣΩ. πότερον εἰκὸς ἀμείνους γίγνεσθαι φύσεις ἐν γενναίοις γένεσιν ἢ μή;
Ἀλκιβιάδης
ΑΛ. δῆλον ὅτι ἐν τοῖς γενναίοις.
Σωκράτης
ΣΩ. οὐκοῦν τοὺς εὖ φύντας, ἐὰν καὶ εὖ τραφῶσιν, οὕτω τελέους γίγνεσθαι πρὸς ἀρετήν; 20
Ἀλκιβιάδης
ΑΛ. ἀνάγκη.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi