Thesauros Edebiyat Felsefe Ἀλκιβιάδης αʹ

Ἀλκιβιάδης αʹ

Ἀλκιβιάδης αʹ Plato

116

Σωκράτης
ΣΩ. οὐκοῦν ὧδε δίκαιον προσαγορεύειν ἑκάστην τῶν πράξεων· εἴπερ ᾗ κακὸν ἀπεργάζεται κακὴν καλεῖς, καὶ ᾗ ἀγαθὸν ἀγαθὴν κλητέον.
Ἀλκιβιάδης
ΑΛ. ἔμοιγε δοκεῖ.
Σωκράτης
ΣΩ. ἆρʼ οὖν καὶ ᾗ ἀγαθόν, καλόν· ᾗ δὲ κακόν, αἰσχρόν;
Ἀλκιβιάδης
ΑΛ. ναί.
Σωκράτης
ΣΩ. τὴν ἄρʼ ἐν τῷ πολέμῳ τοῖς φίλοις βοήθειαν λέγων καλὴν μὲν εἶναι, κακὴν δέ, οὐδὲν διαφερόντως λέγεις ἢ εἰ προσεῖπες αὐτὴν ἀγαθὴν μέν, κακὴν δέ. 5
Ἀλκιβιάδης
ΑΛ. ἀληθῆ μοι δοκεῖς λέγειν, ὦ Σώκρατες.
Σωκράτης
ΣΩ. οὐδὲν ἄρα τῶν καλῶν, καθʼ ὅσον καλόν, κακόν, οὐδὲ τῶν αἰσχρῶν, καθʼ ὅσον αἰσχρόν, ἀγαθόν.
Ἀλκιβιάδης
ΑΛ. οὐ φαίνεται.
Σωκράτης
ΣΩ. ἔτι τοίνυν καὶ ὧδε σκέψαι. ὅστις καλῶς πράττει, οὐχὶ καὶ εὖ πράττει;
Ἀλκιβιάδης
ΑΛ. ναί. 10
Σωκράτης
ΣΩ. οἱ δʼ εὖ πράττοντες οὐκ εὐδαίμονες;
Ἀλκιβιάδης
ΑΛ. πῶς γὰρ οὔ;
Σωκράτης
ΣΩ. οὐκοῦν εὐδαίμονες διʼ ἀγαθῶν κτῆσιν;
Ἀλκιβιάδης
ΑΛ. μάλιστα.
Σωκράτης
ΣΩ. κτῶνται δὲ ταῦτα τῷ εὖ καὶ καλῶς πράττειν; 15
Ἀλκιβιάδης
ΑΛ. ναί.
Σωκράτης
ΣΩ. τὸ εὖ ἄρα πράττειν ἀγαθόν;
Ἀλκιβιάδης
ΑΛ. πῶς δʼ οὔ;
Σωκράτης
ΣΩ. οὐκοῦν καλὸν ἡ εὐπραγία;
Ἀλκιβιάδης
ΑΛ. ναί. 20

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi