Thesauros Edebiyat Felsefe Ἀλκιβιάδης αʹ

Ἀλκιβιάδης αʹ

Ἀλκιβιάδης αʹ Plato

110

Ἀλκιβιάδης
ΑΛ. ἔγωγε· καὶ ἠπιστάμην γε.
Σωκράτης
ΣΩ. ἐν ποίῳ χρόνῳ ἐξευρών; οὐ γὰρ δήπου ἐν ᾧ γε ᾤου εἰδέναι. 15
Ἀλκιβιάδης
ΑΛ. οὐ δῆτα.
Σωκράτης
ΣΩ. πότε οὖν ἀγνοεῖν ἡγοῦ; σκόπει· οὐ γὰρ εὑρήσεις τοῦτον τὸν χρόνον.
Ἀλκιβιάδης
ΑΛ. μὰ τὸν Δίʼ, ὦ Σώκρατες, οὔκουν ἔχω γʼ εἰπεῖν.
Σωκράτης
ΣΩ. εὑρὼν μὲν ἄρʼ οὐκ οἶσθα αὐτά.
Ἀλκιβιάδης
ΑΛ. οὐ πάνυ φαίνομαι. 20
Σωκράτης
ΣΩ. ἀλλὰ μὴν ἄρτι γε οὐδὲ μαθὼν ἔφησθα εἰδέναι· εἰ δὲ μήθʼ ηὗρες μήτʼ ἔμαθες, πῶς οἶσθα καὶ πόθεν;
Ἀλκιβιάδης
ΑΛ. ἀλλʼ ἴσως τοῦτό σοι οὐκ ὀρθῶς ἀπεκρινάμην, τὸ φάναι εἰδέναι αὐτὸς ἐξευρών.
Σωκράτης
ΣΩ. τὸ δὲ πῶς εἶχεν;
Ἀλκιβιάδης
ΑΛ. ἔμαθον οἶμαι καὶ ἐγὼ ὥσπερ καὶ οἱ ἄλλοι.
Σωκράτης
ΣΩ. πάλιν εἰς τὸν αὐτὸν ἥκομεν λόγον. παρὰ τοῦ; φράζε κἀμοί. 25
Ἀλκιβιάδης
ΑΛ. παρὰ τῶν πολλῶν.
Σωκράτης
ΣΩ. οὐκ εἰς σπουδαίους γε διδασκάλους καταφεύγεις εἰς τοὺς πολλοὺς ἀναφέρων.
Ἀλκιβιάδης
ΑΛ. τί δέ; οὐχ ἱκανοὶ διδάξαι οὗτοι;
Σωκράτης
ΣΩ. οὔκουν τὰ πεττευτικά γε καὶ τὰ μή· καίτοι φαυλότερα αὐτὰ οἶμαι τῶν δικαίων εἶναι. τί δέ; σὺ οὐχ οὕτως οἴει;
Ἀλκιβιάδης
ΑΛ. ναί. 30
Σωκράτης
ΣΩ. εἶτα τὰ μὲν φαυλότερα οὐχ οἷοί τε διδάσκειν, τὰ δὲ σπουδαιότερα;
Ἀλκιβιάδης
ΑΛ. οἶμαι ἔγωγε· ἄλλα γοῦν πολλὰ οἷοί τʼ εἰσὶν διδάσκειν σπουδαιότερα τοῦ πεττεύειν.
Σωκράτης
ΣΩ. ποῖα ταῦτα;

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi