Thesauros Edebiyat Felsefe Φίληβος

Φίληβος

Φίληβος Plato

59

Σωκράτης
ΣΩ. οὐκοῦν οὐ περὶ τὰ ὄντα ἀεί, περὶ δὲ τὰ γιγνόμενα καὶ γενησόμενα καὶ γεγονότα ἡμῶν ὁ τοιοῦτος ἀνῄρηται τὸν πόνον;
Πρώταρχος
ΠΡΩ. ἀληθέστατα.
Σωκράτης
ΣΩ. τούτων οὖν τι σαφὲς ἂν φαῖμεν τῇ ἀκριβεστάτῃ ἀληθείᾳ γίγνεσθαι, ὧν μήτε ἔσχε μηδὲν πώποτε κατὰ ταὐτὰ μήθʼ ἕξει μήτε εἰς τὸ νῦν παρὸν ἔχει; 5
Πρώταρχος
ΠΡΩ. καὶ πῶς;
Σωκράτης
ΣΩ. περὶ οὖν τὰ μὴ κεκτημένα βεβαιότητα μηδʼ ἡντινοῦν πῶς ἄν ποτε βέβαιον γίγνοιθʼ ἡμῖν καὶ ὁτιοῦν;
Πρώταρχος
ΠΡΩ. οἶμαι μὲν οὐδαμῶς.
Σωκράτης
ΣΩ. οὐδʼ ἄρα νοῦς οὐδέ τις ἐπιστήμη περὶ αὐτά ἐστιν τὸ ἀληθέστατον ἔχουσα.
Πρώταρχος
ΠΡΩ. οὔκουν εἰκός γε. 10
Σωκράτης
ΣΩ. τὸν μὲν δὴ σὲ καὶ ἐμὲ καὶ Γοργίαν καὶ Φίληβον χρὴ συχνὰ χαίρειν ἐᾶν, τόδε δὲ διαμαρτύρασθαι τῷ λόγῳ.
Πρώταρχος
ΠΡΩ. τὸ ποῖον;
Σωκράτης
ΣΩ. ὡς ἢ περὶ ἐκεῖνα ἔσθʼ ἡμῖν τό τε βέβαιον καὶ τὸ καθαρὸν καὶ ἀληθὲς καὶ ὃ δὴ λέγομεν εἰλικρινές, περὶ τὰ ἀεὶ κατὰ τὰ αὐτὰ ὡσαύτως ἀμεικτότατα ἔχοντα, ἢ δεύτερος ἐκείνων ὅτι μάλιστά ἐστι συγγενές· τὰ δʼ ἄλλα πάντα δεύτερά τε καὶ ὕστερα λεκτέον.
Πρώταρχος
ΠΡΩ. ἀληθέστατα λέγεις.
Σωκράτης
ΣΩ. τὰ δὴ τῶν ὀνομάτων περὶ τὰ τοιαῦτα κάλλιστα ἆρʼ οὐ τοῖς καλλίστοις δικαιότατον ἀπονέμειν; 15
Πρώταρχος
ΠΡΩ. εἰκός γε.
Σωκράτης
ΣΩ. οὐκοῦν νοῦς ἐστι καὶ φρόνησις ἅ γʼ ἄν τις τιμήσειε μάλιστα ὀνόματα;
Πρώταρχος
ΠΡΩ. ναί.
Σωκράτης
ΣΩ. ταῦτʼ ἄρα ἐν ταῖς περὶ τὸ ὂν ὄντως ἐννοίαις ἐστὶν ἀπηκριβωμένα ὀρθῶς κείμενα καλεῖσθαι.
Πρώταρχος
ΠΡΩ. πάνυ μὲν οὖν. 20
Σωκράτης
ΣΩ. καὶ μὴν ἅ γε εἰς τὴν κρίσιν ἐγὼ τότε παρεσχόμην οὐκ ἄλλʼ ἐστὶν ἢ ταῦτα τὰ ὀνόματα.
Πρώταρχος
ΠΡΩ. τί μήν, ὦ Σώκρατες;

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi