Thesauros Edebiyat Felsefe Φίληβος

Φίληβος

Φίληβος Plato

48–49

Σωκράτης
ΣΩ. ἔγωγε. τοὐναντίον μὴν ἐκείνῳ δῆλον ὅτι τὸ μηδαμῇ γιγνώσκειν αὑτὸν λεγόμενον ὑπὸ τοῦ γράμματος ἂν εἴη.
Πρώταρχος
ΠΡΩ. τί μήν;
Σωκράτης
ΣΩ. ὦ Πρώταρχε, πειρῶ δὲ αὐτὸ τοῦτο τριχῇ τέμνειν.
Πρώταρχος
ΠΡΩ. πῇ φῄς; οὐ γὰρ μὴ δυνατὸς ὦ.
Σωκράτης
ΣΩ. λέγεις δὴ δεῖν ἐμὲ τοῦτο διελέσθαι τὰ νῦν; 25
Πρώταρχος
ΠΡΩ. λέγω, καὶ δέομαί γε πρὸς τῷ λέγειν.
Σωκράτης
ΣΩ. ἆρʼ οὖν οὐ τῶν ἀγνοούντων αὑτοὺς κατὰ τρία ἀνάγκη τοῦτο τὸ πάθος πάσχειν ἕκαστον;
Πρώταρχος
ΠΡΩ. πῶς;
Σωκράτης
ΣΩ. πρῶτον μὲν κατὰ χρήματα, δοξάζειν εἶναι πλουσιώτερον ἢ κατὰ τὴν αὑτῶν οὐσίαν.
Πρώταρχος
ΠΡΩ. πολλοὶ γοῦν εἰσὶν τὸ τοιοῦτον πάθος ἔχοντες. 30
Σωκράτης
ΣΩ. πλείους δέ γε οἳ μείζους καὶ καλλίους αὑτοὺς δοξάζουσι, καὶ πάντα ὅσα κατὰ τὸ σῶμα εἶναι διαφερόντως τῆς οὔσης αὐτοῖς ἀληθείας.
Πρώταρχος
ΠΡΩ. πάνυ γε.
Σωκράτης
ΣΩ. πολὺ δὲ πλεῖστοί γε οἶμαι περὶ τὸ τρίτον εἶδος τὸ τῶν ἐν ταῖς ψυχαῖς διημαρτήκασιν, ἀρετῇ δοξάζοντες βελτίους ἑαυτούς, οὐκ ὄντες.
Πρώταρχος
ΠΡΩ. σφόδρα μὲν οὖν.
Σωκράτης
ΣΩ. τῶν ἀρετῶν δʼ ἆρʼ οὐ σοφίας πέρι τὸ πλῆθος πάντως ἀντεχόμενον μεστὸν ἐρίδων καὶ δοξοσοφίας ἐστὶ ψευδοῦς;
Πρώταρχος
ΠΡΩ. πῶς δʼ οὔ;
Σωκράτης
ΣΩ. κακὸν μὲν δὴ πᾶν ἄν τις τὸ τοιοῦτον εἰπὼν ὀρθῶς ἂν εἴποι πάθος.
Πρώταρχος
ΠΡΩ. σφόδρα γε.
Σωκράτης
ΣΩ. τοῦτο τοίνυν ἔτι διαιρετέον, ὦ Πρώταρχε, δίχα, εἰ μέλλομεν τὸν παιδικὸν ἰδόντες φθόνον ἄτοπον ἡδονῆς καὶ λύπης ὄψεσθαι μεῖξιν. πῶς οὖν τέμνομεν δίχα, λέγεις; πάντες ὁπόσοι ταύτην τὴν ψευδῆ δόξαν περὶ ἑαυτῶν ἀνοήτως δοξάζουσι, καθάπερ ἁπάντων ἀνθρώπων, καὶ τούτων ἀναγκαιότατον ἕπεσθαι τοῖς μὲν ῥώμην αὐτῶν καὶ δύναμιν, τοῖς δὲ οἶμαι τοὐναντίον. 5
Πρώταρχος
ΠΡΩ. ἀνάγκη.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi