Thesauros Edebiyat Felsefe Φίληβος

Φίληβος

Φίληβος Plato

43–44

Σωκράτης
ΣΩ. οὐκοῦν οὐκ ἂν εἴη τὸ μὴ λυπεῖσθαί ποτε ταὐτὸν τῷ χαίρειν;
Πρώταρχος
ΠΡΩ. πῶς γὰρ ἄν; 20
Σωκράτης
ΣΩ. ὁπόταν οὖν ἀκούσῃς ὡς ἥδιστον πάντων ἐστὶν ἀλύπως διατελεῖν τὸν βίον ἅπαντα, τί τόθʼ ὑπολαμβάνεις λέγειν τὸν τοιοῦτον;
Πρώταρχος
ΠΡΩ. ἡδὺ λέγειν φαίνεται ἔμοιγε οὗτος τὸ μὴ λυπεῖσθαι.
Σωκράτης
ΣΩ. τριῶν ὄντων οὖν ἡμῖν, ὧντινων βούλει, τίθει, καλλίοσιν ἵνα ὀνόμασι χρώμεθα, τὸ μὲν χρυσόν, τὸ δʼ ἄργυρον, τρίτον δὲ τὸ μηδέτερα τούτων.
Πρώταρχος
ΠΡΩ. κεῖται.
Σωκράτης
ΣΩ. τὸ δὴ μηδέτερα τούτων ἔσθʼ ἡμῖν ὅπως θάτερα γένοιτο ἄν, χρυσὸς ἢ ἄργυρος; 25
Πρώταρχος
ΠΡΩ. καὶ πῶς ἄν;
Σωκράτης
ΣΩ. οὐδʼ ἄρα ὁ μέσος βίος ἡδὺς ἢ λυπηρὸς λεγόμενος ὀρθῶς ἄν ποτε οὔτʼ εἰ δοξάζοι τις, δοξάζοιτο, οὔτʼ εἰ λέγοι, λεχθείη, κατά γε τὸν ὀρθὸν λόγον.
Πρώταρχος
ΠΡΩ. πῶς γὰρ ἄν;
Σωκράτης
ΣΩ. ἀλλὰ μήν, ὦ ἑταῖρε, λεγόντων γε ταῦτα καὶ δοξαζόντων αἰσθανόμεθα.
Πρώταρχος
ΠΡΩ. καὶ μάλα.
Σωκράτης
ΣΩ. πότερον οὖν καὶ χαίρειν οἴονται τότε ὅταν μὴ λυπῶνται;
Πρώταρχος
ΠΡΩ. φασὶ γοῦν.
Σωκράτης
ΣΩ. οὐκοῦν οἴονται τότε χαίρειν· οὐ γὰρ ἂν ἔλεγόν που. 5
Πρώταρχος
ΠΡΩ. κινδυνεύει.
Σωκράτης
ΣΩ. ψευδῆ γε μὴν δοξάζουσι περὶ τοῦ χαίρειν, εἴπερ χωρὶς τοῦ μὴ λυπεῖσθαι καὶ τοῦ χαίρειν ἡ φύσις ἑκατέρου.
Πρώταρχος
ΠΡΩ. καὶ μὴν χωρίς γε ἦν.
Σωκράτης
ΣΩ. πότερον οὖν αἱρώμεθα παρʼ ἡμῖν ταῦτʼ εἶναι, καθάπερ ἄρτι, τρία, ἢ δύο μόνα, λύπην μὲν κακὸν τοῖς ἀνθρώποις, τὴν δʼ ἀπαλλαγὴν τῶν λυπῶν, αὐτὸ τοῦτο ἀγαθὸν ὄν, ἡδὺ προσαγορεύεσθαι;
Πρώταρχος
ΠΡΩ. πῶς δὴ νῦν τοῦτο, ὦ Σώκρατες, ἐρωτώμεθα ὑφʼ ἡμῶν αὐτῶν; οὐ γὰρ μανθάνω. 10

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi