Thesauros Edebiyat Felsefe Φίληβος

Φίληβος

Φίληβος Plato

41–42

Σωκράτης
ΣΩ. οὐκοῦν τὸ μὲν ἐπιθυμοῦν ἦν ἡ ψυχὴ τῶν τοῦ σώματος ἐναντίων ἕξεων, τὸ δὲ τὴν ἀλγηδόνα ἤ τινα διὰ πάθος ἡδονὴν τὸ σῶμα ἦν τὸ παρεχόμενον; 10
Πρώταρχος
ΠΡΩ. ἦν γὰρ οὖν.
Σωκράτης
ΣΩ. συλλογίζου δὴ τὸ γιγνόμενον ἐν τούτοις.
Πρώταρχος
ΠΡΩ. λέγε.
Σωκράτης
ΣΩ. γίγνεται τοίνυν, ὁπόταν ᾖ ταῦτα, ἅμα παρακεῖσθαι λύπας τε καὶ ἡδονάς, καὶ τούτων αἰσθήσεις ἅμα παρʼ ἀλλήλας ἐναντίων οὐσῶν γίγνεσθαι, ὃ καὶ νυνδὴ ἐφάνη.
Πρώταρχος
ΠΡΩ. φαίνεται γοῦν. 15
Σωκράτης
ΣΩ. οὐκοῦν καὶ τόδε εἴρηται καὶ συνωμολογημένον ἡμῖν ἔμπροσθε κεῖται;
Πρώταρχος
ΠΡΩ. τὸ ποῖον;
Σωκράτης
ΣΩ. ὡς τὸ μᾶλλόν τε καὶ ἧττον ἄμφω τούτω δέχεσθον, λύπη τε καὶ ἡδονή, καὶ ὅτι τῶν ἀπείρων εἴτην.
Πρώταρχος
ΠΡΩ. εἴρηται. τί μήν;
Σωκράτης
ΣΩ. τίς οὖν μηχανὴ ταῦτʼ ὀρθῶς κρίνεσθαι; 20
Πρώταρχος
ΠΡΩ. πῇ δὴ καὶ πῶς;
Σωκράτης
ΣΩ. εἰ τὸ βούλημα ἡμῖν τῆς κρίσεως τούτων ἐν τοιούτοις τισὶ διαγνῶναι βούλεται ἑκάστοτε τίς τούτων πρὸς ἀλλήλας μείζων καὶ τίς ἐλάττων καὶ τίς μᾶλλον καὶ τίς σφοδροτέρα, λύπη τε πρὸς ἡδονὴν καὶ λύπη πρὸς λύπην καὶ ἡδονὴ πρὸς ἡδονήν.
Πρώταρχος
ΠΡΩ. ἀλλʼ ἔστι ταῦτά τε τοιαῦτα καὶ ἡ βούλησις τῆς κρίσεως αὕτη.
Σωκράτης
ΣΩ. τί οὖν; ἐν μὲν ὄψει τὸ πόρρωθεν καὶ ἐγγύθεν ὁρᾶν τὰ μεγέθη τὴν ἀλήθειαν ἀφανίζει καὶ ψευδῆ ποιεῖ δοξάζειν, ἐν λύπαις δʼ ἄρα καὶ ἡδοναῖς οὐκ ἔστι ταὐτὸν τοῦτο γιγνόμενον;
Πρώταρχος
ΠΡΩ. πολὺ μὲν οὖν μᾶλλον, ὦ Σώκρατες.
Σωκράτης
ΣΩ. ἐναντίον δὴ τὸ νῦν τῷ σμικρὸν ἔμπροσθε γέγονεν.
Πρώταρχος
ΠΡΩ. τὸ ποῖον λέγεις;
Σωκράτης
ΣΩ. τότε μὲν αἱ δόξαι ψευδεῖς τε καὶ ἀληθεῖς αὗται γιγνόμεναι τὰς λύπας τε καὶ ἡδονὰς ἅμα τοῦ παρʼ αὑταῖς παθήματος ἀνεπίμπλασαν. 5
Πρώταρχος
ΠΡΩ. ἀληθέστατα.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi