Thesauros Edebiyat Felsefe Φίληβος

Φίληβος

Φίληβος Plato

38

Σωκράτης
ΣΩ. διαφέρει δʼ ἡμῖν οὐδέν, ὦ ἑταῖρε, ἡ μετὰ δόξης τε ὀρθῆς καὶ μετʼ ἐπιστήμης ἡδονὴ τῆς μετὰ τοῦ ψεύδους καὶ ἀγνοίας πολλάκις ἑκάστοις ἡμῶν ἐγγιγνομένης;
Πρώταρχος
ΠΡΩ. εἰκὸς γοῦν μὴ σμικρὸν διαφέρειν. 5
Σωκράτης
ΣΩ. τῆς δὴ διαφορᾶς αὐτοῖν ἐπὶ θεωρίαν ἔλθωμεν.
Πρώταρχος
ΠΡΩ. ἄγʼ ὅπῃ σοι φαίνεται.
Σωκράτης
ΣΩ. τῇδε δὴ ἄγω.
Πρώταρχος
ΠΡΩ. πῇ;
Σωκράτης
ΣΩ. δόξα, φαμέν, ἡμῖν ἔστι μὲν ψευδής, ἔστι δὲ καὶ ἀληθής; 10
Πρώταρχος
ΠΡΩ. ἔστιν.
Σωκράτης
ΣΩ. ἕπεται μὴν ταύταις, ὃ νυνδὴ ἐλέγομεν, ἡδονὴ καὶ λύπη πολλάκις, ἀληθεῖ καὶ ψευδεῖ δόξῃ λέγω.
Πρώταρχος
ΠΡΩ. πάνυ γε.
Σωκράτης
ΣΩ. οὐκοῦν ἐκ μνήμης τε καὶ αἰσθήσεως δόξα ἡμῖν καὶ τὸ διαδοξάζειν ἐγχειρεῖν γίγνεθʼ ἑκάστοτε;
Πρώταρχος
ΠΡΩ. καὶ μάλα. 15
Σωκράτης
ΣΩ. ἆρʼ οὖν ἡμᾶς ὧδε περὶ ταῦτα ἀναγκαῖον ἡγούμεθʼ ἴσχειν;
Πρώταρχος
ΠΡΩ. πῶς;
Σωκράτης
ΣΩ. πολλάκις ἰδόντι τινὶ πόρρωθεν μὴ πάνυ σαφῶς τὰ καθορώμενα συμβαίνειν βούλεσθαι κρίνειν φαίης ἂν ταῦθʼ ἅπερ ὁρᾷ;
Πρώταρχος
ΠΡΩ. φαίην ἄν.
Σωκράτης
ΣΩ. οὐκοῦν τὸ μετὰ τοῦτο αὐτὸς αὑτὸν οὗτος ἀνέροιτʼ ἂν ὧδε; 20
Πρώταρχος
ΠΡΩ. πῶς;
Σωκράτης
ΣΩ. τί ποτʼ ἄρʼ ἔστι τὸ παρὰ τὴν πέτραν τοῦθʼ ἑστάναι φανταζόμενον ὑπό τινι δένδρῳ; ταῦτʼ εἰπεῖν ἄν τις πρὸς ἑαυτὸν δοκεῖ σοι, τοιαῦτʼ ἄττα κατιδὼν φαντασθέντα αὑτῷ ποτε;
Πρώταρχος
ΠΡΩ. τί μήν;

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi