Thesauros Edebiyat Felsefe Φίληβος

Φίληβος

Φίληβος Plato

37–38

Σωκράτης
ΣΩ. ἆρʼ ὅτι δόξῃ μὲν ἐπιγίγνεσθον ψεῦδός τε καὶ ἀληθές, καὶ ἐγένετο οὐ μόνον δόξα διὰ ταῦτα ἀλλὰ καὶ ποιά τις ἑκατέρα, σκεπτέον φῂς τοῦτʼ εἶναι; 15
Πρώταρχος
ΠΡΩ. ναί.
Σωκράτης
ΣΩ. πρὸς δέ γε τούτοις, εἰ καὶ τὸ παράπαν ἡμῖν τὰ μέν ἐστι ποίʼ ἄττα, ἡδονὴ δὲ καὶ λύπη μόνον ἅπερ ἐστί, ποιώ τινε δὲ οὐ γίγνεσθον, καὶ ταῦθʼ ἡμῖν διομολογητέον.
Πρώταρχος
ΠΡΩ. δῆλον.
Σωκράτης
ΣΩ. ἀλλʼ οὐδὲν τοῦτό γε χαλεπὸν ἰδεῖν, ὅτι καὶ ποιώ τινε· πάλαι γὰρ εἴπομεν ὅτι μεγάλαι τε καὶ σμικραὶ καὶ σφόδρα ἑκάτεραι γίγνονται, λῦπαί τε καὶ ἡδοναί.
Πρώταρχος
ΠΡΩ. παντάπασι μὲν οὖν. 20
Σωκράτης
ΣΩ. ἂν δέ γε πονηρία τούτων, ὦ Πρώταρχε, προσγίγνηταί τινι, πονηρὰν μὲν φήσομεν οὕτω γίγνεσθαι δόξαν, πονηρὰν δὲ καὶ ἡδονήν;
Πρώταρχος
ΠΡΩ. ἀλλὰ τί μήν, ὦ Σώκρατες;
Σωκράτης
ΣΩ. τί δʼ, ἂν ὀρθότης ἢ τοὐναντίον ὀρθότητι τινὶ τούτων προσγίγνηται; μῶν οὐκ ὀρθὴν μὲν δόξαν ἐροῦμεν, ἂν ὀρθότητα ἴσχῃ, ταὐτὸν δὲ ἡδονήν;
Πρώταρχος
ΠΡΩ. ἀναγκαῖον.
Σωκράτης
ΣΩ. ἂν δέ γε ἁμαρτανόμενον τὸ δοξαζόμενον ᾖ, τὴν δόξαν τότε ἁμαρτάνουσάν γε οὐκ ὀρθὴν ὁμολογητέον οὐδʼ ὀρθῶς δοξάζουσαν; 25
Πρώταρχος
ΠΡΩ. πῶς γὰρ ἄν;
Σωκράτης
ΣΩ. τί δʼ, ἂν αὖ λύπην ἤ τινα ἡδονὴν περὶ τὸ ἐφʼ ᾧ λυπεῖται ἢ τοὐναντίον ἁμαρτάνουσαν ἐφορῶμεν, ὀρθὴν ἢ χρηστὴν ἤ τι τῶν καλῶν ὀνομάτων αὐτῇ προσθήσομεν;
Πρώταρχος
ΠΡΩ. ἀλλʼ οὐχ οἷόν τε, εἴπερ ἁμαρτήσεταί γε ἡδονή.
Σωκράτης
ΣΩ. καὶ μὴν ἔοικέν γε ἡδονὴ πολλάκις οὐ μετὰ δόξης ὀρθῆς ἀλλὰ μετὰ ψεύδους ἡμῖν γίγνεσθαι.
Πρώταρχος
ΠΡΩ. πῶς γὰρ οὔ; καὶ τὴν μὲν δόξαν γε, ὦ Σώκρατες, ἐν τῷ τοιούτῳ καὶ τότε λέγομεν ψευδῆ, τὴν δʼ ἡδονὴν αὐτὴν οὐδεὶς ἄν ποτε προσείποι ψευδῆ.
Σωκράτης
ΣΩ. ἀλλὰ προθύμως ἀμύνεις τῷ τῆς ἡδονῆς, ὦ Πρώταρχε, λόγῳ τὰ νῦν.
Πρώταρχος
ΠΡΩ. οὐδέν γε, ἀλλʼ ἅπερ ἀκούω λέγω.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi