Thesauros Edebiyat Felsefe Φίληβος

Φίληβος

Φίληβος Plato

34–35

Σωκράτης
ΣΩ. ἆρʼ οὖν τὸ δίψος ἐστὶν ἐπιθυμία; 35
Πρώταρχος
ΠΡΩ. ναί, πώματός γε.
Σωκράτης
ΣΩ. πώματος, ἢ πληρώσεως πώματος;
Πρώταρχος
ΠΡΩ. οἶμαι μὲν πληρώσεως.
Σωκράτης
ΣΩ. ὁ κενούμενος ἡμῶν ἄρα, ὡς ἔοικεν, ἐπιθυμεῖ τῶν ἐναντίων ἢ πάσχει· κενούμενος γὰρ ἐρᾷ πληροῦσθαι.
Πρώταρχος
ΠΡΩ. σαφέστατά γε.
Σωκράτης
ΣΩ. τί οὖν; ὁ τὸ πρῶτον κενούμενος ἔστιν ὁπόθεν εἴτʼ αἰσθήσει πληρώσεως ἐφάπτοιτʼ ἂν εἴτε μνήμῃ, τούτου ὃ μήτʼ ἐν τῷ νῦν χρόνῳ πάσχει μήτʼ ἐν τῷ πρόσθεν πώποτε ἔπαθεν; 5
Πρώταρχος
ΠΡΩ. καὶ πῶς;
Σωκράτης
ΣΩ. ἀλλὰ μὴν ὅ γε ἐπιθυμῶν τινὸς ἐπιθυμεῖ, φαμέν.
Πρώταρχος
ΠΡΩ. πῶς γὰρ οὔ;
Σωκράτης
ΣΩ. οὐκ ἄρα ὅ γε πάσχει, τούτου ἐπιθυμεῖ. διψῇ γάρ, τοῦτο δὲ κένωσις· ὁ δʼ ἐπιθυμεῖ πληρώσεως.
Πρώταρχος
ΠΡΩ. ναί. 10
Σωκράτης
ΣΩ. πληρώσεώς γʼ ἄρα πῄ τι τῶν τοῦ διψῶντος ἂν ἐφάπτοιτο.
Πρώταρχος
ΠΡΩ. ἀναγκαῖον.
Σωκράτης
ΣΩ. τὸ μὲν δὴ σῶμα ἀδύνατον· κενοῦται γάρ που.
Πρώταρχος
ΠΡΩ. ναί.
Σωκράτης
ΣΩ. τὴν ψυχὴν ἄρα τῆς πληρώσεως ἐφάπτεσθαι λοιπόν, τῇ μνήμῃ δῆλον ὅτι· τῷ γὰρ ἂν ἔτʼ ἄλλῳ ἐφάψαιτο; 15
Πρώταρχος
ΠΡΩ. σχεδὸν οὐδενί.
Σωκράτης
ΣΩ. μανθάνομεν οὖν ὃ συμβέβηχʼ ἡμῖν ἐκ τούτων τῶν λόγων;
Πρώταρχος
ΠΡΩ. τὸ ποῖον;

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi