Thesauros Edebiyat Felsefe Φίληβος

Φίληβος

Φίληβος Plato

20–21

Σωκράτης
ΣΩ. τόδε γε μήν, ὡς οἶμαι, περὶ αὐτοῦ ἀναγκαιότατον εἶναι λέγειν, ὡς πᾶν τὸ γιγνῶσκον αὐτὸ θηρεύει καὶ ἐφίεται βουλόμενον ἑλεῖν καὶ περὶ αὑτὸ κτήσασθαι, καὶ τῶν ἄλλων οὐδὲν φροντίζει πλὴν τῶν ἀποτελουμένων ἅμα ἀγαθοῖς.
Πρώταρχος
ΠΡΩ. οὐκ ἔστι τούτοις ἀντειπεῖν. 15
Σωκράτης
ΣΩ. σκοπῶμεν δὴ καὶ κρίνωμεν τόν τε ἡδονῆς καὶ τὸν φρονήσεως βίον ἰδόντες χωρίς.
Πρώταρχος
ΠΡΩ. πῶς εἶπες;
Σωκράτης
ΣΩ. μήτε ἐν τῷ τῆς ἡδονῆς ἐνέστω φρόνησις μήτʼ ἐν τῷ τῆς φρονήσεως ἡδονή. δεῖ γάρ, εἴπερ πότερον αὐτῶν ἔστʼ ἀγαθόν, μηδὲν μηδενὸς ἔτι προσδεῖσθαι· δεόμενον δʼ ἂν φανῇ πότερον, οὐκ ἔστι που τοῦτʼ ἔτι τὸ ὄντως ἡμῖν ἀγαθόν.
Πρώταρχος
ΠΡΩ. πῶς γὰρ ἄν;
Σωκράτης
ΣΩ. οὐκοῦν ἐν σοὶ πειρώμεθα βασανίζοντες ταῦτα;
Πρώταρχος
ΠΡΩ. πάνυ μὲν οὖν.
Σωκράτης
ΣΩ. ἀποκρίνου δή. 5
Πρώταρχος
ΠΡΩ. λέγε.
Σωκράτης
ΣΩ. δέξαιʼ ἄν, Πρώταρχε, σὺ ζῆν τὸν βίον ἅπαντα ἡδόμενος ἡδονὰς τὰς μεγίστας;
Πρώταρχος
ΠΡΩ. τί δʼ οὔ;
Σωκράτης
ΣΩ. ἆρʼ οὖν ἔτι τινὸς ἄν σοι προσδεῖν ἡγοῖο, εἰ τοῦτʼ ἔχεις παντελῶς;
Πρώταρχος
ΠΡΩ. οὐδαμῶς. 10
Σωκράτης
ΣΩ. ὅρα δή, τοῦ φρονεῖν καὶ τοῦ νοεῖν καὶ λογίζεσθαι τὰ δέοντα καὶ ὅσα τούτων ἀδελφά, μῶν μὴ δέοιʼ ἄν τι;
Πρώταρχος
ΠΡΩ. καὶ τί; πάντα γὰρ ἔχοιμʼ ἄν που τὸ χαίρειν ἔχων.
Σωκράτης
ΣΩ. οὐκοῦν οὕτω ζῶν ἀεὶ μὲν διὰ βίου ταῖς μεγίσταις ἡδοναῖς χαίροις ἄν;
Πρώταρχος
ΠΡΩ. τί δʼ οὔ;
Σωκράτης
ΣΩ. νοῦν δέ γε καὶ μνήμην καὶ ἐπιστήμην καὶ δόξαν μὴ κεκτημένος ἀληθῆ, πρῶτον μὲν τοῦτο αὐτό, εἰ χαίρεις ἢ μὴ χαίρεις, ἀνάγκη δήπου σε ἀγνοεῖν, κενόν γε ὄντα πάσης φρονήσεως; 15
Πρώταρχος
ΠΡΩ. ἀνάγκη.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi