Thesauros Edebiyat Felsefe Πολιτικός

Πολιτικός

Πολιτικός Plato

307

Ξένος
ΞΕ. ὡς ἡσυχαῖά πού φαμεν ἑκάστοτε καὶ σωφρονικά, περί τε διάνοιαν πραττόμενα ἀγασθέντες καὶ κατὰ τὰς πράξεις αὖ βραδέα καὶ μαλακά, καὶ ἔτι περὶ φωνὰς γιγνόμενα λεῖα καὶ βαρέα, καὶ πᾶσαν ῥυθμικὴν κίνησιν καὶ ὅλην μοῦσαν ἐν καιρῷ βραδυτῆτι προσχρωμένην, οὐ τὸ τῆς ἀνδρείας ἀλλὰ τὸ τῆς κοσμιότητος ὄνομα ἐπιφέρομεν αὐτοῖς σύμπασιν. 5
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. ἀληθέστατα.
Ξένος
ΞΕ. καὶ μὴν ὁπόταν αὖ γε ἀμφότερα γίγνηται ταῦθʼ ἡμῖν ἄκαιρα, μεταβάλλοντες ἑκάτερα αὐτῶν ψέγομεν ἐπὶ τἀναντία πάλιν ἀπονέμοντες τοῖς ὀνόμασιν.
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. πῶς;
Ξένος
ΞΕ. ὀξύτερα μὲν αὐτὰ γιγνόμενα τοῦ καιροῦ καὶ θάττω καὶ σκληρότερα φαινόμενα καὶ ὑβριστικὰ καὶ μανικὰ λέγοντες, τὰ δὲ βαρύτερα καὶ βραδύτερα καὶ μαλακώτερα δειλὰ καὶ βλακικά· καὶ σχεδὸν ὡς τὸ πολὺ ταῦτά τε καὶ τὴν σώφρονα φύσιν καὶ τὴν ἀνδρείαν τὴν τῶν ἐναντίων, οἷον πολεμίαν διαλαχούσας στάσιν ἰδέας, οὔτʼ ἀλλήλαις μειγνυμένας ἐφευρίσκομεν ἐν ταῖς περὶ τὰ τοιαῦτα πράξεσιν, ἔτι τε τοὺς ἐν ταῖς ψυχαῖς αὐτὰς ἴσχοντας διαφερομένους ἀλλήλοις ὀψόμεθα ἐὰν μεταδιώκωμεν.
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. ποῦ δὴ λέγεις; 10
Ξένος
ΞΕ. ἐν πᾶσί τε δὴ τούτοις οἷς νῦν εἴπομεν, ὡς εἰκός τε ἐν ἑτέροις πολλοῖς. κατὰ γὰρ οἶμαι τὴν αὑτῶν ἑκατέροις συγγένειαν τὰ μὲν ἐπαινοῦντες ὡς οἰκεῖα σφέτερα, τὰ δὲ τῶν διαφόρων ψέγοντες ὡς ἀλλότρια, πολλὴν εἰς ἔχθραν ἀλλήλοις καὶ πολλῶν πέρι καθίστανται.
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. κινδυνεύουσιν.
Ξένος
ΞΕ. παιδιὰ τοίνυν αὕτη γέ τις ἡ διαφορὰ τούτων ἐστὶ τῶν εἰδῶν· περὶ δὲ τὰ μέγιστα νόσος συμβαίνει πασῶν ἐχθίστη γίγνεσθαι ταῖς πόλεσιν.
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. περὶ δὴ ποῖα φῄς;

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi