Thesauros Edebiyat Felsefe Πολιτικός

Πολιτικός

Πολιτικός Plato

305–306

Ξένος
ΞΕ. τὴν δὲ πασῶν τε τούτων ἄρχουσαν καὶ τῶν νόμων καὶ συμπάντων τῶν κατὰ πόλιν ἐπιμελουμένην καὶ πάντα συνυφαίνουσαν ὀρθότατα, τοῦ κοινοῦ τῇ κλήσει περιλαβόντες τὴν δύναμιν αὐτῆς, προσαγορεύοιμεν δικαιότατʼ ἄν, ὡς ἔοικε, πολιτικήν.
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. παντάπασι μὲν οὖν.
Ξένος
ΞΕ. οὐκοῦν δὴ καὶ κατὰ τὸ τῆς ὑφαντικῆς παράδειγμα βουλοίμεθʼ ἂν ἐπεξελθεῖν αὐτὴν νῦν, ὅτε καὶ πάντα τὰ γένη τὰ κατὰ πόλιν δῆλα ἡμῖν γέγονε;
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. καὶ σφόδρα γε. 20
Ξένος
ΞΕ. τὴν δὴ βασιλικὴν συμπλοκήν, ὡς ἔοικε, λεκτέον ποία τέ ἐστι καὶ τίνι τρόπῳ συμπλέκουσα ποῖον ἡμῖν ὕφασμα ἀποδίδωσιν.
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. δῆλον.
Ξένος
ΞΕ. ἦ χαλεπὸν ἐνδείξασθαι πρᾶγμα ἀναγκαῖον ἄρα γέγονεν, ὡς φαίνεται.
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. πάντως γε μὴν ῥητέον.
Ξένος
ΞΕ. τὸ γὰρ ἀρετῆς μέρος ἀρετῆς εἴδει διάφορον εἶναί τινα τρόπον τοῖς περὶ λόγους ἀμφισβητητικοῖς καὶ μάλʼ εὐεπίθετον πρὸς τὰς τῶν πολλῶν δόξας. 5
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. οὐκ ἔμαθον.
Ξένος
ΞΕ. ἀλλʼ ὧδε πάλιν. ἀνδρείαν γὰρ οἶμαί σε ἡγεῖσθαι μέρος ἓν ἀρετῆς ἡμῖν εἶναι.
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. πάνυ γε.
Ξένος
ΞΕ. καὶ μὴν σωφροσύνην γε ἀνδρείας μὲν ἕτερον, ἓν δʼ οὖν καὶ τοῦτο μόριον ἧς κἀκεῖνο.
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. ναί. 10
Ξένος
ΞΕ. τούτων δὴ πέρι θαυμαστόν τινα λόγον ἀποφαίνεσθαι τολμητέον.
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. ποῖον;
Ξένος
ΞΕ. ὡς ἐστὸν κατὰ δή τινα τρόπον εὖ μάλα πρὸς ἀλλήλας ἔχθραν καὶ στάσιν ἐναντίαν ἔχοντε ἐν πολλοῖς τῶν ὄντων.
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. πῶς λέγεις;
Ξένος
ΞΕ. οὐκ εἰωθότα λόγον οὐδαμῶς· πάντα γὰρ οὖν δὴ ἀλλήλοις τά γε τῆς ἀρετῆς μόρια λέγεταί που φίλια. 15
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. ναί.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi