Thesauros Edebiyat Felsefe Πολιτικός

Πολιτικός

Πολιτικός Plato

261–262

Ξένος
ΞΕ. τὸ μὲν τοίνυν αὐτῶν παραλίπωμεν, τὸ δʼ ἀναλάβωμεν, ἀναλαβόντες δὲ μερισώμεθα εἰς δύο τὸ σύμπαν.
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. λέγεις δʼ αὐτοῖν ἀναληπτέον εἶναι πότερον;
Ξένος
ΞΕ. πάντως που τὸ περὶ τὰ ζῷα ἐπιτακτικόν. οὐ γὰρ δὴ τό γε τῆς βασιλικῆς ἐπιστήμης ἐστί ποτε τῶν ἀψύχων ἐπιστατοῦν, οἷον ἀρχιτεκτονικόν, ἀλλὰ γενναιότερον, ἐν τοῖς ζῴοις καὶ περὶ αὐτὰ ταῦτα τὴν δύναμιν ἀεὶ κεκτημένον.
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. ὀρθῶς.
Ξένος
ΞΕ. τήν γε μὴν τῶν ζῴων γένεσιν καὶ τροφὴν τὴν μέν τις ἂν ἴδοι μονοτροφίαν οὖσαν, τὴν δὲ κοινὴν τῶν ἐν ταῖς ἀγέλαις θρεμμάτων ἐπιμέλειαν. 20
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. ὀρθῶς.
Ξένος
ΞΕ. ἀλλʼ οὐ μὴν τόν γε πολιτικὸν εὑρήσομεν ἰδιοτρόφον, ὥσπερ βοηλάτην ἤ τινα ἱπποκόμον, ἀλλʼ ἱπποφορβῷ τε καὶ βουφορβῷ μᾶλλον προσεοικότα.
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. φαίνεταί γε δὴ ῥηθὲν νῦν.
Ξένος
ΞΕ. πότερον οὖν τῆς ζῳοτροφίας τὴν τῶν συμπόλλων κοινὴν τροφὴν ἀγελαιοτροφίαν ἢ κοινοτροφικήν τινα ὀνομάζομεν;
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. ὁπότερον ἂν ἐν τῷ λόγῳ συμβαίνῃ. 25
Ξένος
ΞΕ. καλῶς γε, ὦ Σώκρατες· κἂν διαφυλάξῃς τὸ μὴ σπουδάζειν ἐπὶ τοῖς ὀνόμασιν, πλουσιώτερος εἰς τὸ γῆρας ἀναφανήσῃ φρονήσεως. νῦν δὲ τοῦτο μέν, καθάπερ διακελεύῃ, ποιητέον· τὴν δὲ ἀγελαιοτροφικὴν ἆρʼ ἐννοεῖς πῇ τις δίδυμον ἀποφήνας τὸ ζητούμενον ἐν διπλασίοισι τὰ νῦν ἐν τοῖς ἡμίσεσιν εἰς τότε ποιήσει ζητεῖσθαι;
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. προθυμήσομαι. καί μοι δοκεῖ τῶν μὲν ἀνθρώπων ἑτέρα τις εἶναι, τῶν δʼ αὖ θηρίων ἄλλη τροφή.
Ξένος
ΞΕ. παντάπασί γε προθυμότατα καὶ ἀνδρειότατα διῄρησαι· μὴ μέντοι τοῦτό γε εἰς αὖθις κατὰ δύναμιν πάσχωμεν.
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. τὸ ποῖον;

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi