Thesauros Edebiyat Felsefe Πολιτικός

Πολιτικός

Πολιτικός Plato

288

Ξένος
ΞΕ. ὄχημα αὐτό που λέγομεν, οὐ πάνυ πολιτικῆς ἔργον, ἀλλὰ μᾶλλον πολὺ τεκτονικῆς καὶ κεραμικῆς καὶ χαλκοτυπικῆς. 5
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. μανθάνω.
Ξένος
ΞΕ. τί δὲ τέταρτον; ἆρʼ ἕτερον εἶναι τούτων λεκτέον, ἐν ᾧ τὰ πλεῖστά ἐστι τῶν πάλαι ῥηθέντων, ἐσθής τε σύμπασα καὶ τῶν ὅπλων τὸ πολὺ καὶ τείχη πάντα θʼ ὅσα γήινα περιβλήματα καὶ λίθινα, καὶ μυρία ἕτερα; προβολῆς δὲ ἕνεκα συμπάντων αὐτῶν εἰργασμένων δικαιότατʼ ἂν ὅλον προσαγορεύοιτο πρόβλημα, καὶ πολλῷ μᾶλλον τέχνης οἰκοδομικῆς ἔργον καὶ ὑφαντικῆς τὸ πλεῖστον νομίζοιτʼ ἂν ὀρθότερον ἢ πολιτικῆς.
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. πάνυ μὲν οὖν.
Ξένος
ΞΕ. πέμπτον δὲ ἆρʼ ἂν ἐθέλοιμεν τὸ περὶ τὸν κόσμον καὶ γραφικὴν θεῖναι καὶ ὅσα ταύτῃ προσχρώμενα καὶ μουσικῇ μιμήματα τελεῖται, πρὸς τὰς ἡδονὰς μόνον ἡμῶν ἀπειργασμένα, δικαίως δʼ ἂν ὀνόματι περιληφθέντα ἑνί;
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. ποίῳ; 10
Ξένος
ΞΕ. παίγνιόν πού τι λέγεται.
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. τί μήν;
Ξένος
ΞΕ. τοῦτο τοίνυν τούτοις ἓν ὄνομα ἅπασι πρέψει προσαγορευθέν· οὐ γὰρ σπουδῆς οὐδὲν αὐτῶν χάριν, ἀλλὰ παιδιᾶς ἕνεκα πάντα δρᾶται.
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. καὶ τοῦτο σχεδόν τι μανθάνω.
Ξένος
ΞΕ. τὸ δὲ πᾶσιν τούτοις σώματα παρέχον, ἐξ ὧν καὶ ἐν οἷς δημιουργοῦσιν ὁπόσαι τῶν τεχνῶν νῦν εἴρηνται, παντοδαπὸν εἶδος πολλῶν ἑτέρων τεχνῶν ἔκγονον ὄν, ἆρʼ οὐχ ἕκτον θήσομεν; 15
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. τὸ ποῖον δὴ λέγεις;

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi