Thesauros Edebiyat Felsefe Πολιτικός

Πολιτικός

Πολιτικός Plato

259

Ξένος
ΞΕ. οὐκοῦν, ὃ νυνδὴ διεσκοπούμεθα, φανερὸν ὡς ἐπιστήμη μία περὶ πάντʼ ἐστὶ ταῦτα· ταύτην δὲ εἴτε βασιλικὴν εἴτε πολιτικὴν εἴτε οἰκονομικήν τις ὀνομάζει, μηδὲν αὐτῷ διαφερώμεθα.
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. τί γάρ;
Ξένος
ΞΕ. ἀλλὰ μὴν τόδε γε δῆλον, ὡς βασιλεὺς ἅπας χερσὶ καὶ σύμπαντι τῷ σώματι σμίκρʼ ἄττα εἰς τὸ κατέχειν τὴν ἀρχὴν δύναται πρὸς τὴν τῆς ψυχῆς σύνεσιν καὶ ῥώμην. 15
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. δῆλον.
Ξένος
ΞΕ. τῆς δὴ γνωστικῆς μᾶλλον ἢ τῆς χειροτεχνικῆς καὶ ὅλως πρακτικῆς βούλει τὸν βασιλέα φῶμεν οἰκειότερον εἶναι;
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. τί μήν;
Ξένος
ΞΕ. τὴν ἄρα πολιτικὴν καὶ πολιτικὸν καὶ βασιλικὴν καὶ βασιλικὸν εἰς ταὐτὸν ὡς ἓν πάντα ταῦτα συνθήσομεν;
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. δῆλον. 20
Ξένος
ΞΕ. οὐκοῦν πορευοίμεθʼ ἂν ἑξῆς, εἰ μετὰ ταῦτα τὴν γνωστικὴν διοριζοίμεθα;
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. πάνυ γε.
Ξένος
ΞΕ. πρόσεχε δὴ τὸν νοῦν ἂν ἄρα ἐν αὐτῇ τινα διαφυὴν κατανοήσωμεν.
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. φράζε ποίαν.
Ξένος
ΞΕ. τοιάνδε. λογιστική πού τις ἡμῖν ἦν τέχνη. 25
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. ναί.
Ξένος
ΞΕ. τῶν γνωστικῶν γε οἶμαι παντάπασι τεχνῶν.
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. πῶς δʼ οὔ;
Ξένος
ΞΕ. γνούσῃ δὴ λογιστικῇ τὴν ἐν τοῖς ἀριθμοῖς διαφορὰν μῶν τι πλέον ἔργον δώσομεν ἢ τὰ γνωσθέντα κρῖναι;
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. τί μήν; 30
Ξένος
ΞΕ. καὶ γὰρ ἀρχιτέκτων γε πᾶς οὐκ αὐτὸς ἐργατικὸς ἀλλʼ ἐργατῶν ἄρχων.
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. ναί.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi