Thesauros Edebiyat Felsefe Πολιτικός

Πολιτικός

Πολιτικός Plato

264

Ξένος
ΞΕ. ἣν δέ γε θηρεύομεν ἐπιστήμην, ἐν τοῖς ἡμέροις ἦν τε καὶ ἔστιν, ἐπὶ τοῖς ἀγελαίοις μὴν ζητητέα θρέμμασιν.
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. ναί.
Ξένος
ΞΕ. μὴ τοίνυν διαιρώμεθα ὥσπερ τότε πρὸς ἅπαντα ἀποβλέψαντες, μηδὲ σπεύσαντες, ἵνα δὴ ταχὺ γενώμεθα πρὸς τῇ πολιτικῇ. πεποίηκε γὰρ ἡμᾶς καὶ νῦν παθεῖν τὸ κατὰ τὴν παροιμίαν πάθος. 5
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. ποῖον;
Ξένος
ΞΕ. οὐχ ἡσύχους εὖ διαιροῦντας ἠνυκέναι βραδύτερον.
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. καὶ καλῶς γε, ὦ ξένε, πεποίηκε.
Ξένος
ΞΕ. ταῦτʼ ἔστω. πάλιν δʼ οὖν ἐξ ἀρχῆς τὴν κοινοτροφικὴν πειρώμεθα διαιρεῖν· ἴσως γὰρ καὶ τοῦτο ὃ σὺ προθυμῇ διαπεραινόμενος ὁ λόγος αὐτός σοι κάλλιον μηνύσει. καί μοι φράζε.
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. ποῖον δή; 10
Ξένος
ΞΕ. τόδε, εἴ τινων πολλάκις ἄρα διακήκοας· οὐ γὰρ δὴ προστυχής γε αὐτὸς οἶδʼ ὅτι γέγονας ταῖς ἐν τῷ Νείλῳ τιθασείαις τῶν ἰχθύων καὶ τῶν ἐν ταῖς βασιλικαῖς λίμναις. ἐν μὲν γὰρ κρήναις τάχʼ ἂν ἴσως εἴης ᾐσθημένος.
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. πάνυ μὲν οὖν καὶ ταῦτα τεθέαμαι κἀκεῖνα πολλῶν ἀκήκοα.
Ξένος
ΞΕ. καὶ μὴν χηνοβωτίας γε καὶ γερανοβωτίας, εἰ καὶ μὴ πεπλάνησαι περὶ τὰ Θετταλικὰ πεδία, πέπυσαι γοῦν καὶ πιστεύεις εἶναι.
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. τί μήν;
Ξένος
ΞΕ. τοῦδʼ ἕνεκά τοι πάντα ἠρώτησα ταῦτα, διότι τῆς τῶν ἀγελαίων τροφῆς ἔστι μὲν ἔνυδρον, ἔστι δὲ καὶ ξηροβατικόν. 15
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. ἔστι γὰρ οὖν.
Ξένος
ΞΕ. ἆρʼ οὖν καὶ σοὶ συνδοκεῖ ταύτῃ δεῖν διχάζειν τὴν κοινοτροφικὴν ἐπιστήμην, ἐφʼ ἑκατέρῳ τούτων τὸ μέρος αὐτῆς ἐπινέμοντας ἑκάτερον, τὸ μὲν ἕτερον ὑγροτροφικὸν ὀνομάζοντας, τὸ δʼ ἕτερον ξηροτροφικόν;
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. ἔμοιγε.
Ξένος
ΞΕ. καὶ μὴν καὶ τὸ βασιλικὸν οὕτως οὐ ζητήσομεν ὁποτέρας ἐστὶ τῆς τέχνης· δῆλον δὴ γὰρ παντί.
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. πῶς δʼ οὔ; 20

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi