Thesauros Edebiyat Felsefe Πολιτικός

Πολιτικός

Πολιτικός Plato

263–264

Ξένος
ΞΕ. ὡς εἶδος μὲν ὅταν ᾖ του, καὶ μέρος αὐτὸ ἀναγκαῖον εἶναι τοῦ πράγματος ὅτουπερ ἂν εἶδος λέγηται· μέρος δὲ εἶδος οὐδεμία ἀνάγκη. ταύτῃ με ἢ ʼκείνῃ μᾶλλον, ὦ Σώκρατες, ἀεὶ φάθι λέγειν.
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. ταῦτʼ ἔσται.
Ξένος
ΞΕ. φράσον δή μοι τὸ μετὰ τοῦτο.
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. ποῖον;
Ξένος
ΞΕ. τὸ τῆς ἀποπλανήσεως ὁπόθεν ἡμᾶς δεῦρʼ ἤγαγεν. οἶμαι μὲν γὰρ μάλιστα, ὅθεν ἐρωτηθεὶς σὺ τὴν ἀγελαιοτροφίαν ὅπῃ διαιρετέον εἶπες μάλα προθύμως δύʼ εἶναι ζῴων γένη, τὸ μὲν ἀνθρώπινον, ἕτερον δὲ τῶν ἄλλων συμπάντων θηρίων ἕν. 10
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. ἀληθῆ.
Ξένος
ΞΕ. καὶ ἔμοιγε δὴ τότʼ ἐφάνης μέρος ἀφαιρῶν ἡγεῖσθαι καταλιπεῖν τὸ λοιπὸν αὖ πάντων γένος ἕν, ὅτι πᾶσι ταὐτὸν ἐπονομάζειν ἔσχες ὄνομα, θηρία καλέσας.
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. ἦν καὶ ταῦτα οὕτως.
Ξένος
ΞΕ. τὸ δέ γε, ὦ πάντων ἀνδρειότατε, τάχʼ ἄν, εἴ που φρόνιμόν ἐστί τι ζῷον ἕτερον, οἷον δοκεῖ τὸ τῶν γεράνων, ἤ τι τοιοῦτον ἄλλο, ὃ κατὰ ταὐτὰ ἴσως διονομάζει καθάπερ καὶ σύ, γεράνους μὲν ἓν γένος ἀντιτιθὲν τοῖς ἄλλοις ζῴοις καὶ σεμνῦνον αὐτὸ ἑαυτό, τὰ δὲ ἄλλα μετὰ τῶν ἀνθρώπων συλλαβὸν εἰς ταὐτὸ οὐδὲν ἄλλο πλὴν ἴσως θηρία προσείποι. πειραθῶμεν οὖν ἡμεῖς ἐξευλαβεῖσθαι πάνθʼ ὁπόσα τοιαῦτα.
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. πῶς; 15
Ξένος
ΞΕ. μὴ πᾶν τὸ τῶν ζῴων γένος διαιρούμενοι, ἵνα ἧττον αὐτὰ πάσχωμεν.
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. οὐδὲν γὰρ δεῖ.
Ξένος
ΞΕ. καὶ γὰρ οὖν καὶ τότε ἡμαρτάνετο ταύτῃ.
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. τί δή;
Ξένος
ΞΕ. τῆς γνωστικῆς ὅσον ἐπιτακτικὸν ἡμῖν μέρος ἦν που τοῦ ζῳοτροφικοῦ γένους, ἀγελαίων μὴν ζῴων. ἦ γάρ; 20
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. ναί.
Ξένος
ΞΕ. διῄρητο τοίνυν ἤδη καὶ τότε σύμπαν τὸ ζῷον τῷ τιθασῷ καὶ ἀγρίῳ. τὰ μὲν γὰρ ἔχοντα τιθασεύεσθαι φύσιν ἥμερα προσείρηται, τὰ δὲ μὴ ʼθέλοντα ἄγρια.
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. καλῶς.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi