Thesauros Edebiyat Felsefe Σοφιστής

Σοφιστής

Σοφιστής Plato

266

Ξένος
ΞΕ. τέτταρα μὴν αὐτῆς οὕτω τὰ πάντα μέρη γίγνεται, δύο μὲν τὰ πρὸς ἡμῶν, ἀνθρώπεια, δύο δʼ αὖ τὰ πρὸς θεῶν, θεῖα.
Θεαίτητος
ΘΕΑΙ. ναί.
Ξένος
ΞΕ. τὰ δέ γʼ ὡς ἑτέρως αὖ διῃρημένα, μέρος μὲν ἓν ἀφʼ ἑκατέρας τῆς μερίδος αὐτοποιητικόν, τὼ δʼ ὑπολοίπω σχεδὸν μάλιστʼ ἂν λεγοίσθην εἰδωλοποιικώ· καὶ κατὰ ταῦτα δὴ πάλιν ἡ ποιητικὴ διχῇ διαιρεῖται. 5
Θεαίτητος
ΘΕΑΙ. λέγε ὅπῃ ἑκατέρα αὖθις.
Ξένος
ΞΕ. ἡμεῖς μέν που καὶ τἆλλα ζῷα καὶ ἐξ ὧν τὰ πεφυκότʼ ἐστίν, πῦρ καὶ ὕδωρ καὶ τὰ τούτων ἀδελφά, θεοῦ γεννήματα πάντα ἴσμεν αὐτὰ ἀπειργασμένα ἕκαστα· ἢ πῶς;
Θεαίτητος
ΘΕΑΙ. οὕτως.
Ξένος
ΞΕ. τούτων δέ γε ἑκάστων εἴδωλα ἀλλʼ οὐκ αὐτὰ παρέπεται, δαιμονίᾳ καὶ ταῦτα μηχανῇ γεγονότα.
Θεαίτητος
ΘΕΑΙ. ποῖα; 10
Ξένος
ΞΕ. τά τε ἐν τοῖς ὕπνοις καὶ ὅσα μεθʼ ἡμέραν φαντάσματα αὐτοφυῆ λέγεται, σκιὰ μὲν ὅταν ἐν τῷ πυρὶ σκότος ἐγγίγνηται, διπλοῦν δὲ ἡνίκʼ ἂν φῶς οἰκεῖόν τε καὶ ἀλλότριον περὶ τὰ λαμπρὰ καὶ λεῖα εἰς ἓν συνελθὸν τῆς ἔμπροσθεν εἰωθυίας ὄψεως ἐναντίαν αἴσθησιν παρέχον εἶδος ἀπεργάζηται.
Θεαίτητος
ΘΕΑΙ. δύο γὰρ οὖν ἐστι ταῦτα θείας ἔργα ποιήσεως, αὐτό τε καὶ τὸ παρακολουθοῦν εἴδωλον ἑκάστῳ.
Ξένος
ΞΕ. τί δὲ τὴν ἡμετέραν τέχνην; ἆρʼ οὐκ αὐτὴν μὲν οἰκίαν οἰκοδομικῇ φήσομεν ποιεῖν, γραφικῇ δέ τινʼ ἑτέραν, οἷον ὄναρ ἀνθρώπινον ἐγρηγορόσιν ἀπειργασμένην;
Θεαίτητος
ΘΕΑΙ. πάνυ μὲν οὖν.
Ξένος
ΞΕ. οὐκοῦν καὶ τἆλλα οὕτω κατὰ δύο διττὰ ἔργα τῆς ἡμετέρας αὖ ποιητικῆς πράξεως, τὸ μὲν αὐτό, φαμέν, αὐτουργική, τὸ δὲ εἴδωλον εἰδωλοποιική. 15
Θεαίτητος
ΘΕΑΙ. νῦν μᾶλλον ἔμαθον, καὶ τίθημι δύο διχῇ ποιητικῆς εἴδει· θείαν μὲν καὶ ἀνθρωπίνην κατὰ θάτερον τμῆμα, κατὰ δὲ θάτερον τὸ μὲν αὐτῶν ὄν, τὸ δὲ ὁμοιωμάτων τινῶν γέννημα.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi