Thesauros Edebiyat Felsefe Σοφιστής

Σοφιστής

Σοφιστής Plato

263

Ξένος
ΞΕ. λέγει δὲ αὐτῶν ὁ μὲν ἀληθὴς τὰ ὄντα ὡς ἔστιν περὶ σοῦ.
Θεαίτητος
ΘΕΑΙ. τί μήν; 15
Ξένος
ΞΕ. ὁ δὲ δὴ ψευδὴς ἕτερα τῶν ὄντων.
Θεαίτητος
ΘΕΑΙ. ναί.
Ξένος
ΞΕ. τὰ μὴ ὄντʼ ἄρα ὡς ὄντα λέγει.
Θεαίτητος
ΘΕΑΙ. σχεδόν.
Ξένος
ΞΕ. ὄντων δέ γε ὄντα ἕτερα περὶ σοῦ. πολλὰ μὲν γὰρ ἔφαμεν ὄντα περὶ ἕκαστον εἶναί που, πολλὰ δὲ οὐκ ὄντα. 20
Θεαίτητος
ΘΕΑΙ. κομιδῇ μὲν οὖν.
Ξένος
ΞΕ. ὃν ὕστερον δὴ λόγον εἴρηκα περὶ σοῦ, πρῶτον μέν, ἐξ ὧν ὡρισάμεθα τί ποτʼ ἔστι λόγος, ἀναγκαιότατον αὐτὸν ἕνα τῶν βραχυτάτων εἶναι.
Θεαίτητος
ΘΕΑΙ. νυνδὴ γοῦν ταύτῃ συνωμολογήσαμεν.
Ξένος
ΞΕ. ἔπειτα δέ γε τινός.
Θεαίτητος
ΘΕΑΙ. οὕτως. 25
Ξένος
ΞΕ. εἰ δὲ μὴ ἔστιν σός, οὐκ ἄλλου γε οὐδενός.
Θεαίτητος
ΘΕΑΙ. πῶς γάρ;
Ξένος
ΞΕ. μηδενὸς δέ γε ὢν οὐδʼ ἂν λόγος εἴη τὸ παράπαν· ἀπεφήναμεν γὰρ ὅτι τῶν ἀδυνάτων ἦν λόγον ὄντα μηδενὸς εἶναι λόγον.
Θεαίτητος
ΘΕΑΙ. ὀρθότατα.
Ξένος
ΞΕ. περὶ δὴ σοῦ λεγόμενα, λεγόμενα μέντοι θάτερα ὡς τὰ αὐτὰ καὶ μὴ ὄντα ὡς ὄντα, παντάπασιν ὡς ἔοικεν ἡ τοιαύτη σύνθεσις ἔκ τε ῥημάτων γιγνομένη καὶ ὀνομάτων ὄντως τε καὶ ἀληθῶς γίγνεσθαι λόγος ψευδής. 30
Θεαίτητος
ΘΕΑΙ. ἀληθέστατα μὲν οὖν.
Ξένος
ΞΕ. τί δὲ δή; διάνοιά τε καὶ δόξα καὶ φαντασία, μῶν οὐκ ἤδη δῆλον ὅτι ταῦτά γε ψευδῆ τε καὶ ἀληθῆ πάνθʼ ἡμῶν ἐν ταῖς ψυχαῖς ἐγγίγνεται;
Θεαίτητος
ΘΕΑΙ. πῶς;

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi