Thesauros Edebiyat Felsefe Σοφιστής

Σοφιστής

Σοφιστής Plato

255

Ξένος
ΞΕ. ὅτιπερ ἂν κοινῇ προσείπωμεν κίνησιν καὶ στάσιν, τοῦτο οὐδέτερον αὐτοῖν οἷόν τε εἶναι. 5
Θεαίτητος
ΘΕΑΙ. τί δή;
Ξένος
ΞΕ. κίνησίς τε στήσεται καὶ στάσις αὖ κινηθήσεται· περὶ γὰρ ἀμφότερα θάτερον ὁποτερονοῦν γιγνόμενον αὐτοῖν ἀναγκάσει μεταβάλλειν αὖ θάτερον ἐπὶ τοὐναντίον τῆς αὑτοῦ φύσεως, ἅτε μετασχὸν τοῦ ἐναντίου.
Θεαίτητος
ΘΕΑΙ. κομιδῇ γε.
Ξένος
ΞΕ. μετέχετον μὴν ἄμφω ταὐτοῦ καὶ θατέρου.
Θεαίτητος
ΘΕΑΙ. ναί. 10
Ξένος
ΞΕ. μὴ τοίνυν λέγωμεν κίνησίν γʼ εἶναι ταὐτὸν ἢ θάτερον, μηδʼ αὖ στάσιν.
Θεαίτητος
ΘΕΑΙ. μὴ γάρ.
Ξένος
ΞΕ. ἀλλʼ ἆρα τὸ ὂν καὶ τὸ ταὐτὸν ὡς ἕν τι διανοητέον ἡμῖν;
Θεαίτητος
ΘΕΑΙ. ἴσως.
Ξένος
ΞΕ. ἀλλʼ εἰ τὸ ὂν καὶ τὸ ταὐτὸν μηδὲν διάφορον σημαίνετον, κίνησιν αὖ πάλιν καὶ στάσιν ἀμφότερα εἶναι λέγοντες ἀμφότερα οὕτως αὐτὰ ταὐτὸν ὡς ὄντα προσεροῦμεν. 15
Θεαίτητος
ΘΕΑΙ. ἀλλὰ μὴν τοῦτό γε ἀδύνατον.
Ξένος
ΞΕ. ἀδύνατον ἄρα ταὐτὸν καὶ τὸ ὂν ἓν εἶναι.
Θεαίτητος
ΘΕΑΙ. σχεδόν.
Ξένος
ΞΕ. τέταρτον δὴ πρὸς τοῖς τρισὶν εἴδεσιν τὸ ταὐτὸν τιθῶμεν;
Θεαίτητος
ΘΕΑΙ. πάνυ μὲν οὖν. 20
Ξένος
ΞΕ. τί δέ; τὸ θάτερον ἆρα ἡμῖν λεκτέον πέμπτον; ἢ τοῦτο καὶ τὸ ὂν ὡς δύʼ ἄττα ὀνόματα ἐφʼ ἑνὶ γένει διανοεῖσθαι δεῖ;
Θεαίτητος
ΘΕΑΙ. τάχʼ ἄν.
Ξένος
ΞΕ. ἀλλʼ οἶμαί σε συγχωρεῖν τῶν ὄντων τὰ μὲν αὐτὰ καθʼ αὑτά, τὰ δὲ πρὸς ἄλλα ἀεὶ λέγεσθαι.
Θεαίτητος
ΘΕΑΙ. τί δʼ οὔ;

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi