Thesauros Edebiyat Felsefe Σοφιστής

Σοφιστής

Σοφιστής Plato

245–246

Ξένος
ΞΕ. ἀληθέστατα μέντοι λέγεις. πεπονθός τε γὰρ τὸ ὂν ἓν εἶναί πως οὐ ταὐτὸν ὂν τῷ ἑνὶ φανεῖται, καὶ πλέονα δὴ τὰ πάντα ἑνὸς ἔσται.
Θεαίτητος
ΘΕΑΙ. ναί.
Ξένος
ΞΕ. καὶ μὴν ἐάν γε τὸ ὂν ᾖ μὴ ὅλον διὰ τὸ πεπονθέναι τὸ ὑπʼ ἐκείνου πάθος, ᾖ δὲ αὐτὸ τὸ ὅλον, ἐνδεὲς τὸ ὂν ἑαυτοῦ συμβαίνει.
Θεαίτητος
ΘΕΑΙ. πάνυ γε.
Ξένος
ΞΕ. καὶ κατὰ τοῦτον δὴ τὸν λόγον ἑαυτοῦ στερόμενον οὐκ ὂν ἔσται τὸ ὄν. 15
Θεαίτητος
ΘΕΑΙ. οὕτως.
Ξένος
ΞΕ. καὶ ἑνός γε αὖ πλείω τὰ πάντα γίγνεται, τοῦ τε ὄντος καὶ τοῦ ὅλου χωρὶς ἰδίαν ἑκατέρου φύσιν εἰληφότος.
Θεαίτητος
ΘΕΑΙ. ναί.
Ξένος
ΞΕ. μὴ ὄντος δέ γε τὸ παράπαν τοῦ ὅλου, ταὐτά τε ταῦτα ὑπάρχει τῷ ὄντι, καὶ πρὸς τῷ μὴ εἶναι μηδʼ ἂν γενέσθαι ποτὲ ὄν.
Θεαίτητος
ΘΕΑΙ. τί δή; 20
Ξένος
ΞΕ. τὸ γενόμενον ἀεὶ γέγονεν ὅλον· ὥστε οὔτε οὐσίαν οὔτε γένεσιν ὡς οὖσαν δεῖ προσαγορεύειν τὸ ἓν ἢ τὸ ὅλον ἐν τοῖς οὖσι μὴ τιθέντα.
Θεαίτητος
ΘΕΑΙ. παντάπασιν ἔοικε ταῦθʼ οὕτως ἔχειν.
Ξένος
ΞΕ. καὶ μὴν οὐδʼ ὁποσονοῦν τι δεῖ τὸ μὴ ὅλον εἶναι· ποσόν τι γὰρ ὄν, ὁπόσον ἂν ᾖ, τοσοῦτον ὅλον ἀναγκαῖον αὐτὸ εἶναι.
Θεαίτητος
ΘΕΑΙ. κομιδῇ γε.
Ξένος
ΞΕ. καὶ τοίνυν ἄλλα μυρία ἀπεράντους ἀπορίας ἕκαστον εἰληφὸς φανεῖται τῷ τὸ ὂν εἴτε δύο τινὲ εἴτε ἓν μόνον εἶναι λέγοντι. 25
Θεαίτητος
ΘΕΑΙ. δηλοῖ σχεδὸν καὶ τὰ νῦν ὑποφαίνοντα· συνάπτεται γὰρ ἕτερον ἐξ ἄλλου, μείζω καὶ χαλεπωτέραν φέρον περὶ τῶν ἔμπροσθεν ἀεὶ ῥηθέντων πλάνην.
Ξένος
ΞΕ. τοὺς μὲν τοίνυν διακριβολογουμένους ὄντος τε πέρι καὶ μή, πάντας μὲν οὐ διεληλύθαμεν, ὅμως δὲ ἱκανῶς ἐχέτω· τοὺς δὲ ἄλλως λέγοντας αὖ θεατέον, ἵνʼ ἐκ πάντων ἴδωμεν ὅτι τὸ ὂν τοῦ μὴ ὄντος οὐδὲν εὐπορώτερον εἰπεῖν ὅτι ποτʼ ἔστιν.
Θεαίτητος
ΘΕΑΙ. οὐκοῦν πορεύεσθαι χρὴ καὶ ἐπὶ τούτους.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi