Thesauros Edebiyat Felsefe Σοφιστής

Σοφιστής

Σοφιστής Plato

233

Ξένος
ΞΕ. καθʼ ὅντινα τρόπον ποτὲ δυνατοὶ τοῖς νέοις δόξαν παρασκευάζειν ὡς εἰσὶ πάντα πάντων αὐτοὶ σοφώτατοι. δῆλον γὰρ ὡς εἰ μήτε ἀντέλεγον ὀρθῶς μήτε ἐκείνοις ἐφαίνοντο, φαινόμενοί τε εἰ μηδὲν αὖ μᾶλλον ἐδόκουν διὰ τὴν ἀμφισβήτησιν εἶναι φρόνιμοι, τὸ σὸν δὴ τοῦτο, σχολῇ ποτʼ ἂν αὐτοῖς τις χρήματα διδοὺς ἤθελεν ἂν τούτων αὐτῶν μαθητὴς γίγνεσθαι.
Θεαίτητος
ΘΕΑΙ. σχολῇ μεντἄν.
Ξένος
ΞΕ. νῦν δέ γʼ ἐθέλουσιν; 10
Θεαίτητος
ΘΕΑΙ. καὶ μάλα.
Ξένος
ΞΕ. δοκοῦσι γὰρ οἶμαι πρὸς ταῦτα ἐπιστημόνως ἔχειν αὐτοὶ πρὸς ἅπερ ἀντιλέγουσιν.
Θεαίτητος
ΘΕΑΙ. πῶς γὰρ οὔ;
Ξένος
ΞΕ. δρῶσι δέ γε τοῦτο πρὸς ἅπαντα, φαμέν;
Θεαίτητος
ΘΕΑΙ. ναί. 15
Ξένος
ΞΕ. πάντα ἄρα σοφοὶ τοῖς μαθηταῖς φαίνονται.
Θεαίτητος
ΘΕΑΙ. τί μήν;
Ξένος
ΞΕ. οὐκ ὄντες γε· ἀδύνατον γὰρ τοῦτό γε ἐφάνη.
Θεαίτητος
ΘΕΑΙ. πῶς γὰρ οὐκ ἀδύνατον;
Ξένος
ΞΕ. δοξαστικὴν ἄρα τινὰ περὶ πάντων ἐπιστήμην ὁ σοφιστὴς ἡμῖν ἀλλʼ οὐκ ἀλήθειαν ἔχων ἀναπέφανται. 20
Θεαίτητος
ΘΕΑΙ. παντάπασι μὲν οὖν, καὶ κινδυνεύει γε τὸ νῦν εἰρημένον ὀρθότατα περὶ αὐτῶν εἰρῆσθαι.
Ξένος
ΞΕ. λάβωμεν τοίνυν σαφέστερόν τι παράδειγμα περὶ τούτων.
Θεαίτητος
ΘΕΑΙ. τὸ ποῖον δή;
Ξένος
ΞΕ. τόδε. καί μοι πειρῶ προσέχων τὸν νοῦν εὖ μάλα ἀποκρίνασθαι.
Θεαίτητος
ΘΕΑΙ. τὸ ποῖον; 25
Ξένος
ΞΕ. εἴ τις φαίη μὴ λέγειν μηδʼ ἀντιλέγειν, ἀλλὰ ποιεῖν καὶ δρᾶν μιᾷ τέχνῃ συνάπαντα ἐπίστασθαι πράγματα—
Θεαίτητος
ΘΕΑΙ. πῶς πάντα εἶπες;

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi