Thesauros Edebiyat Felsefe Σοφιστής

Σοφιστής

Σοφιστής Plato

232–233

Ξένος
ΞΕ. ἀλλὰ μὴν ἔν γε ταῖς ἰδίαις συνουσίαις, ὁπόταν γενέσεώς τε καὶ οὐσίας πέρι κατὰ πάντων λέγηταί τι, σύνισμεν ὡς αὐτοί τε ἀντειπεῖν δεινοὶ τούς τε ἄλλους ὅτι ποιοῦσιν ἅπερ αὐτοὶ δυνατούς;
Θεαίτητος
ΘΕΑΙ. παντάπασί γε.
Ξένος
ΞΕ. τί δʼ αὖ περὶ νόμων καὶ συμπάντων τῶν πολιτικῶν, ἆρʼ οὐχ ὑπισχνοῦνται ποιεῖν ἀμφισβητητικούς; 15
Θεαίτητος
ΘΕΑΙ. οὐδεὶς γὰρ ἂν αὐτοῖς ὡς ἔπος εἰπεῖν διελέγετο μὴ τοῦτο ὑπισχνουμένοις.
Ξένος
ΞΕ. τά γε μὴν περὶ πασῶν τε καὶ κατὰ μίαν ἑκάστην τέχνην, ἃ δεῖ πρὸς ἕκαστον αὐτὸν τὸν δημιουργὸν ἀντειπεῖν, δεδημοσιωμένα που καταβέβληται γεγραμμένα τῷ βουλομένῳ μαθεῖν.
Θεαίτητος
ΘΕΑΙ. τὰ Πρωταγόρειά μοι φαίνῃ περί τε πάλης καὶ τῶν ἄλλων τεχνῶν εἰρηκέναι.
Ξένος
ΞΕ. καὶ πολλῶν γε, ὦ μακάριε, ἑτέρων. ἀτὰρ δὴ τὸ τῆς ἀντιλογικῆς τέχνης ἆρʼ οὐκ ἐν κεφαλαίῳ περὶ πάντων πρὸς ἀμφισβήτησιν ἱκανή τις δύναμις ἔοικʼ εἶναι;
Θεαίτητος
ΘΕΑΙ. φαίνεται γοῦν δὴ σχεδὸν οὐδὲν ὑπολιπεῖν. 20
Ξένος
ΞΕ. σὺ δὴ πρὸς θεῶν, ὦ παῖ, δυνατὸν ἡγῇ τοῦτο; τάχα γὰρ ἂν ὑμεῖς μὲν ὀξύτερον οἱ νέοι πρὸς αὐτὸ βλέποιτε, ἡμεῖς δὲ ἀμβλύτερον.
Θεαίτητος
ΘΕΑΙ. τὸ ποῖον, καὶ πρὸς τί μάλιστα λέγεις; οὐ γάρ που κατανοῶ τὸ νῦν ἐρωτώμενον.
Ξένος
ΞΕ. εἰ πάντα ἐπίστασθαί τινα ἀνθρώπων ἐστὶ δυνατόν.
Θεαίτητος
ΘΕΑΙ. μακάριον μεντἂν ἡμῶν, ὦ ξένε, ἦν τὸ γένος.
Ξένος
ΞΕ. πῶς οὖν ἄν ποτέ τις πρός γε τὸν ἐπιστάμενον αὐτὸς ἀνεπιστήμων ὢν δύναιτʼ ἂν ὑγιές τι λέγων ἀντειπεῖν;
Θεαίτητος
ΘΕΑΙ. οὐδαμῶς. 5
Ξένος
ΞΕ. τί ποτʼ οὖν ἂν εἴη τὸ τῆς σοφιστικῆς δυνάμεως θαῦμα;
Θεαίτητος
ΘΕΑΙ. τοῦ δὴ πέρι;

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi