Thesauros Edebiyat Felsefe Θεαίτητος

Θεαίτητος

Θεαίτητος Plato

204

Σωκράτης
ΣΩ. ὅτι οὗ ἂν ᾖ μέρη, τὸ ὅλον ἀνάγκη τὰ πάντα μέρη εἶναι. ἢ καὶ τὸ ὅλον ἐκ τῶν μερῶν λέγεις γεγονὸς ἕν τι εἶδος ἕτερον τῶν πάντων μερῶν; 5
Θεαίτητος
ΘΕΑΙ. ἔγωγε.
Σωκράτης
ΣΩ. τὸ δὲ δὴ πᾶν καὶ τὸ ὅλον πότερον ταὐτὸν καλεῖς ἢ ἕτερον ἑκάτερον;
Θεαίτητος
ΘΕΑΙ. ἔχω μὲν οὐδὲν σαφές, ὅτι δὲ κελεύεις προθύμως ἀποκρίνασθαι, παρακινδυνεύων λέγω ὅτι ἕτερον.
Σωκράτης
ΣΩ. ἡ μὲν προθυμία, ὦ Θεαίτητε, ὀρθή· εἰ δὲ καὶ ἡ ἀπόκρισις, σκεπτέον.
Θεαίτητος
ΘΕΑΙ. δεῖ γε δή. 10
Σωκράτης
ΣΩ. οὐκοῦν διαφέροι ἂν τὸ ὅλον τοῦ παντός, ὡς ὁ νῦν λόγος;
Θεαίτητος
ΘΕΑΙ. ναί.
Σωκράτης
ΣΩ. τί δὲ δή; τὰ πάντα καὶ τὸ πᾶν ἔσθʼ ὅτι διαφέρει; οἷον ἐπειδὰν λέγωμεν ἕν, δύο, τρία, τέτταρα, πέντε, ἕξ, καὶ ἐὰν δὶς τρία ἢ τρὶς δύο ἢ τέτταρά τε καὶ δύο ἢ τρία καὶ δύο καὶ ἕν, πότερον ἐν πᾶσι τούτοις τὸ αὐτὸ ἢ ἕτερον λέγομεν;
Θεαίτητος
ΘΕΑΙ. τὸ αὐτό.
Σωκράτης
ΣΩ. ἆρʼ ἄλλο τι ἢ ἕξ; 15
Θεαίτητος
ΘΕΑΙ. οὐδέν.
Σωκράτης
ΣΩ. οὐκοῦν ἐφʼ ἑκάστης λέξεως πάντα ἓξ εἰρήκαμεν;
Θεαίτητος
ΘΕΑΙ. ναί.
Σωκράτης
ΣΩ. πᾶν δʼ οὐδὲν λέγομεν τὰ πάντα λέγοντες;
Θεαίτητος
ΘΕΑΙ. ἀνάγκη. 20
Σωκράτης
ΣΩ. ἦ ἄλλο τι ἢ τὰ ἕξ;
Θεαίτητος
ΘΕΑΙ. οὐδέν.
Σωκράτης
ΣΩ. ταὐτὸν ἄρα ἔν γε τοῖς ὅσα ἐξ ἀριθμοῦ ἐστι τό τε πᾶν προσαγορεύομεν καὶ τὰ ἅπαντα;
Θεαίτητος
ΘΕΑΙ. φαίνεται.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi