Thesauros Edebiyat Felsefe Θεαίτητος

Θεαίτητος

Θεαίτητος Plato

146–147

Σωκράτης
ΣΩ. γενναίως γε καὶ φιλοδώρως, ὦ φίλε, ἓν αἰτηθεὶς πολλὰ δίδως καὶ ποικίλα ἀντὶ ἁπλοῦ.
Θεαίτητος
ΘΕΑΙ. πῶς τί τοῦτο λέγεις, ὦ Σώκρατες;
Σωκράτης
ΣΩ. ἴσως μὲν οὐδέν· ὃ μέντοι οἶμαι, φράσω. ὅταν λέγῃς σκυτικήν, μή τι ἄλλο φράζεις ἢ ἐπιστήμην ὑποδημάτων ἐργασίας;
Θεαίτητος
ΘΕΑΙ. οὐδέν. 10
Σωκράτης
ΣΩ. τί δʼ ὅταν τεκτονικήν; μή τι ἄλλο ἢ ἐπιστήμην τῆς τῶν ξυλίνων σκευῶν ἐργασίας;
Θεαίτητος
ΘΕΑΙ. οὐδὲ τοῦτο.
Σωκράτης
ΣΩ. οὐκοῦν ἐν ἀμφοῖν, οὗ ἑκατέρα ἐπιστήμη, τοῦτο ὁρίζεις;
Θεαίτητος
ΘΕΑΙ. ναί.
Σωκράτης
ΣΩ. τὸ δέ γʼ ἐρωτηθέν, ὦ Θεαίτητε, οὐ τοῦτο ἦν, τίνων ἡ ἐπιστήμη, οὐδὲ ὁπόσαι τινές· οὐ γὰρ ἀριθμῆσαι αὐτὰς βουλόμενοι ἠρόμεθα ἀλλὰ γνῶναι ἐπιστήμην αὐτὸ ὅτι ποτʼ ἐστίν. ἢ οὐδὲν λέγω; 15
Θεαίτητος
ΘΕΑΙ. πάνυ μὲν οὖν ὀρθῶς.
Σωκράτης
ΣΩ. σκέψαι δὴ καὶ τόδε. εἴ τις ἡμᾶς τῶν φαύλων τι καὶ προχείρων ἔροιτο, οἷον περὶ πηλοῦ ὅτι ποτʼ ἐστίν, εἰ ἀποκριναίμεθα αὐτῷ πηλὸς ὁ τῶν χυτρέων καὶ πηλὸς ὁ τῶν ἰπνοπλαθῶν καὶ πηλὸς ὁ τῶν πλινθουργῶν, οὐκ ἂν γελοῖοι εἶμεν;
Θεαίτητος
ΘΕΑΙ. ἴσως.
Σωκράτης
ΣΩ. πρῶτον μέν γέ που οἰόμενοι συνιέναι ἐκ τῆς ἡμετέρας ἀποκρίσεως τὸν ἐρωτῶντα, ὅταν εἴπωμεν πηλός, εἴτε ὁ τῶν κοροπλαθῶν προσθέντες εἴτε ἄλλων ὡντινωνοῦν δημιουργῶν. ἢ οἴει τίς τι συνίησίν τινος ὄνομα, ὃ μὴ οἶδεν τί ἐστιν;
Θεαίτητος
ΘΕΑΙ. οὐδαμῶς.
Σωκράτης
ΣΩ. οὐδʼ ἄρα ἐπιστήμην ὑποδημάτων συνίησιν ὁ ἐπιστήμην μὴ εἰδώς. 5
Θεαίτητος
ΘΕΑΙ. οὐ γάρ.
Σωκράτης
ΣΩ. σκυτικὴν ἄρα οὐ συνίησιν ὃς ἂν ἐπιστήμην ἀγνοῇ, οὐδέ τινα ἄλλην τέχνην.
Θεαίτητος
ΘΕΑΙ. ἔστιν οὕτως.
Σωκράτης
ΣΩ. γελοία ἄρα ἡ ἀπόκρισις τῷ ἐρωτηθέντι ἐπιστήμη τί ἐστιν, ὅταν ἀποκρίνηται τέχνης τινὸς ὄνομα. τινὸς γὰρ ἐπιστήμην ἀποκρίνεται οὐ τοῦτʼ ἐρωτηθείς.
Θεαίτητος
ΘΕΑΙ. ἔοικεν. 10

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi