Thesauros Edebiyat Felsefe Θεαίτητος

Θεαίτητος

Θεαίτητος Plato

188–189

Σωκράτης
ΣΩ. πῶς οὖν; τί ἐροῦμεν, ὦ Θεαίτητε, ἐάν τις ἡμᾶς ἀνακρίνῃ· δυνατὸν δὲ ὁτῳοῦν ὃ λέγεται, καί τις ἀνθρώπων τὸ μὴ ὂν δοξάσει, εἴτε περὶ τῶν ὄντων του εἴτε αὐτὸ καθʼ αὑτό; καὶ ἡμεῖς δή, ὡς ἔοικεν, πρὸς ταῦτα φήσομεν· ὅταν γε μὴ ἀληθῆ οἴηται οἰόμενος· ἢ πῶς ἐροῦμεν;
Θεαίτητος
ΘΕΑΙ. οὕτως. 20
Σωκράτης
ΣΩ. ἦ οὖν καὶ ἄλλοθί που τὸ τοιοῦτόν ἐστιν;
Θεαίτητος
ΘΕΑΙ. τὸ ποῖον;
Σωκράτης
ΣΩ. εἴ τις ὁρᾷ μέν τι, ὁρᾷ δὲ οὐδέν.
Θεαίτητος
ΘΕΑΙ. καὶ πῶς;
Σωκράτης
ΣΩ. ἀλλὰ μὴν εἰ ἕν γέ τι ὁρᾷ, τῶν ὄντων τι ὁρᾷ. ἢ σὺ οἴει ποτὲ τὸ ἓν ἐν τοῖς μὴ οὖσιν εἶναι; 25
Θεαίτητος
ΘΕΑΙ. οὐκ ἔγωγε.
Σωκράτης
ΣΩ. ὁ ἄρα ἕν γέ τι ὁρῶν ὄν τι ὁρᾷ.
Θεαίτητος
ΘΕΑΙ. φαίνεται.
Σωκράτης
ΣΩ. καὶ ὁ ἄρα τι ἀκούων ἕν γέ τι ἀκούει καὶ ὂν ἀκούει.
Θεαίτητος
ΘΕΑΙ. ναί.
Σωκράτης
ΣΩ. καὶ ὁ ἁπτόμενος δή του ἑνός γέ του ἅπτεται καὶ ὄντος, εἴπερ ἑνός;
Θεαίτητος
ΘΕΑΙ. καὶ τοῦτο.
Σωκράτης
ΣΩ. ὁ δὲ δὴ δοξάζων οὐχ ἕν γέ τι δοξάζει; 5
Θεαίτητος
ΘΕΑΙ. ἀνάγκη.
Σωκράτης
ΣΩ. ὁ δʼ ἕν τι δοξάζων οὐκ ὄν τι;
Θεαίτητος
ΘΕΑΙ. συγχωρῶ.
Σωκράτης
ΣΩ. ὁ ἄρα μὴ ὂν δοξάζων οὐδὲν δοξάζει.
Θεαίτητος
ΘΕΑΙ. οὐ φαίνεται. 10

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi