Thesauros Edebiyat Felsefe Θεαίτητος

Θεαίτητος

Θεαίτητος Plato

182–183

Θεόδωρος
ΘΕΟ. καὶ τίς μηχανή, ὦ Σώκρατες; ἢ ἄλλο γέ τι τῶν τοιούτων, εἴπερ ἀεὶ λέγοντος ὑπεξέρχεται ἅτε δὴ ῥέον;
Σωκράτης
ΣΩ. τί δὲ περὶ αἰσθήσεως ἐροῦμεν ὁποιασοῦν, οἷον τῆς τοῦ ὁρᾶν ἢ ἀκούειν; μένειν ποτὲ ἐν αὐτῷ τῷ ὁρᾶν ἢ ἀκούειν;
Θεόδωρος
ΘΕΟ. οὔκουν δεῖ γε, εἴπερ πάντα κινεῖται.
Σωκράτης
ΣΩ. οὔτε ἄρα ὁρᾶν προσρητέον τι μᾶλλον ἢ μὴ ὁρᾶν, οὐδέ τινʼ ἄλλην αἴσθησιν μᾶλλον ἢ μή, πάντων γε πάντως κινουμένων. 15
Θεόδωρος
ΘΕΟ. οὐ γὰρ οὖν.
Σωκράτης
ΣΩ. καὶ μὴν αἴσθησίς γε ἐπιστήμη, ὡς ἔφαμεν ἐγώ τε καὶ Θεαίτητος.
Θεόδωρος
ΘΕΟ. ἦν ταῦτα.
Σωκράτης
ΣΩ. οὐδὲν ἄρα ἐπιστήμην μᾶλλον ἢ μὴ ἐπιστήμην ἀπεκρινάμεθα ἐρωτώμενοι ὅτι ἐστὶν ἐπιστήμη.
Θεόδωρος
ΘΕΟ. ἐοίκατε.
Σωκράτης
ΣΩ. καλὸν ἂν ἡμῖν συμβαίνοι τὸ ἐπανόρθωμα τῆς ἀποκρίσεως, προθυμηθεῖσιν ἀποδεῖξαι ὅτι πάντα κινεῖται, ἵνα δὴ ἐκείνη ἡ ἀπόκρισις ὀρθὴ φανῇ. τὸ δʼ, ὡς ἔοικεν, ἐφάνη, εἰ πάντα κινεῖται, πᾶσα ἀπόκρισις, περὶ ὅτου ἄν τις ἀποκρίνηται, ὁμοίως ὀρθὴ εἶναι, οὕτω τʼ ἔχειν φάναι καὶ μὴ οὕτω, εἰ δὲ βούλει, γίγνεσθαι, ἵνα μὴ στήσωμεν αὐτοὺς τῷ λόγῳ.
Θεόδωρος
ΘΕΟ. ὀρθῶς λέγεις.
Σωκράτης
ΣΩ. πλήν γε, ὦ Θεόδωρε, ὅτι οὕτω τε εἶπον καὶ οὐχ οὕτω. δεῖ δὲ οὐδὲ τοῦτο τὸ οὕτω λέγειν—οὐδὲ γὰρ ἂν ἔτι κινοῖτο τὸ οὕτω —οὐδʼ αὖ μὴ οὕτω — οὐδὲ γὰρ τοῦτο κίνησις—ἀλλά τινʼ ἄλλην φωνὴν θετέον τοῖς τὸν λόγον τοῦτον λέγουσιν, ὡς νῦν γε πρὸς τὴν αὑτῶν ὑπόθεσιν οὐκ ἔχουσι ῥήματα, εἰ μὴ ἄρα τὸ οὐδʼ οὕτως μάλιστα δʼ οὕτως ἂν αὐτοῖς ἁρμόττοι, ἄπειρον λεγόμενον.
Θεόδωρος
ΘΕΟ. οἰκειοτάτη γοῦν διάλεκτος αὕτη αὐτοῖς. 5

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi