Thesauros Edebiyat Felsefe Θεαίτητος

Θεαίτητος

Θεαίτητος Plato

164

Θεαίτητος
ΘΕΑΙ. καὶ ἐγώ, νὴ τὸν Δία, ὑποπτεύω, οὐ μὴν ἱκανῶς γε συννοῶ· ἀλλʼ εἰπὲ πῇ.
Σωκράτης
ΣΩ. τῇδε· ὁ μὲν ὁρῶν ἐπιστήμων, φαμέν, τούτου γέγονεν οὗπερ ὁρῶν· ὄψις γὰρ καὶ αἴσθησις καὶ ἐπιστήμη ταὐτὸν ὡμολόγηται.
Θεαίτητος
ΘΕΑΙ. πάνυ γε.
Σωκράτης
ΣΩ. ὁ δέ γε ὁρῶν καὶ ἐπιστήμων γεγονὼς οὗ ἑώρα, ἐὰν μύσῃ, μέμνηται μέν, οὐχ ὁρᾷ δὲ αὐτό. ἦ γάρ; 5
Θεαίτητος
ΘΕΑΙ. ναί.
Σωκράτης
ΣΩ. τὸ δέ γε οὐχ ὁρᾷ οὐκ ἐπίσταταί ἐστιν, εἴπερ καὶ τὸ ὁρᾷ ἐπίσταται.
Θεαίτητος
ΘΕΑΙ. ἀληθῆ.
Σωκράτης
ΣΩ. συμβαίνει ἄρα, οὗ τις ἐπιστήμων ἐγένετο, ἔτι μεμνημένον αὐτὸν μὴ ἐπίστασθαι, ἐπειδὴ οὐχ ὁρᾷ· ὃ τέρας ἔφαμεν ἂν εἶναι εἰ γίγνοιτο.
Θεαίτητος
ΘΕΑΙ. ἀληθέστατα λέγεις. 10
Σωκράτης
ΣΩ. τῶν ἀδυνάτων δή τι συμβαίνειν φαίνεται ἐάν τις ἐπιστήμην καὶ αἴσθησιν ταὐτὸν φῇ εἶναι.
Θεαίτητος
ΘΕΑΙ. ἔοικεν.
Σωκράτης
ΣΩ. ἄλλο ἄρα ἑκάτερον φατέον.
Θεαίτητος
ΘΕΑΙ. κινδυνεύει.
Σωκράτης
ΣΩ. τί οὖν δῆτʼ ἂν εἴη ἐπιστήμη; πάλιν ἐξ ἀρχῆς, ὡς ἔοικεν, λεκτέον. καίτοι τί ποτε μέλλομεν, ὦ Θεαίτητε, δρᾶν; 15
Θεαίτητος
ΘΕΑΙ. τίνος πέρι;
Σωκράτης
ΣΩ. φαινόμεθά μοι ἀλεκτρυόνος ἀγεννοῦς δίκην πρὶν νενικηκέναι ἀποπηδήσαντες ἀπὸ τοῦ λόγου ᾁδειν.
Θεαίτητος
ΘΕΑΙ. πῶς δή;
Σωκράτης
ΣΩ. ἀντιλογικῶς ἐοίκαμεν πρὸς τὰς τῶν ὀνομάτων ὁμολογίας ἀνομολογησάμενοι καὶ τοιούτῳ τινὶ περιγενόμενοι τοῦ λόγου ἀγαπᾶν, καὶ οὐ φάσκοντες ἀγωνισταὶ ἀλλὰ φιλόσοφοι εἶναι λανθάνομεν ταὐτὰ ἐκείνοις τοῖς δεινοῖς ἀνδράσιν ποιοῦντες.
Θεαίτητος
ΘΕΑΙ. οὔπω μανθάνω ὅπως λέγεις. 20

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi