Thesauros Edebiyat Felsefe Θεαίτητος

Θεαίτητος

Θεαίτητος Plato

163–164

Θεαίτητος
ΘΕΑΙ. αὐτό γε, ὦ Σώκρατες, τοῦτο αὐτῶν, ὅπερ ὁρῶμέν τε καὶ ἀκούομεν, ἐπίστασθαι φήσομεν· τῶν μὲν γὰρ τὸ σχῆμα καὶ τὸ χρῶμα ὁρᾶν τε καὶ ἐπίστασθαι, τῶν δὲ τὴν ὀξύτητα καὶ βαρύτητα ἀκούειν τε ἅμα καὶ εἰδέναι· ἃ δὲ οἵ τε γραμματισταὶ περὶ αὐτῶν καὶ οἱ ἑρμηνῆς διδάσκουσιν, οὔτε αἰσθάνεσθαι τῷ ὁρᾶν ἢ ἀκούειν οὔτε ἐπίστασθαι.
Σωκράτης
ΣΩ. ἄριστά γʼ, ὦ Θεαίτητε, καὶ οὐκ ἄξιόν σοι πρὸς ταῦτα ἀμφισβητῆσαι, ἵνα καὶ αὐξάνῃ. ἀλλʼ ὅρα δὴ καὶ τόδε ἄλλο προσιόν, καὶ σκόπει πῇ αὐτὸ διωσόμεθα.
Θεαίτητος
ΘΕΑΙ. τὸ ποῖον δή;
Σωκράτης
ΣΩ. τὸ τοιόνδε· εἴ τις ἔροιτο· ἆρα δυνατὸν ὅτου τις ἐπιστήμων γένοιτό ποτε, ἔτι ἔχοντα μνήμην αὐτοῦ τούτου καὶ σῳζόμενον, τότε ὅτε μέμνηται μὴ ἐπίστασθαι αὐτὸ τοῦτο ὃ μέμνηται; μακρολογῶ δέ, ὡς ἔοικε, βουλόμενος ἐρέσθαι εἰ μαθών τίς τι μεμνημένος μὴ οἶδε. 10
Θεαίτητος
ΘΕΑΙ. καὶ πῶς, ὦ Σώκρατες; τέρας γὰρ ἂν εἴη ὃ λέγεις.
Σωκράτης
ΣΩ. μὴ οὖν ἐγὼ ληρῶ; σκόπει δέ. ἆρα τὸ ὁρᾶν οὐκ αἰσθάνεσθαι λέγεις καὶ τὴν ὄψιν αἴσθησιν;
Θεαίτητος
ΘΕΑΙ. ἔγωγε.
Σωκράτης
ΣΩ. οὐκοῦν ὁ ἰδών τι ἐπιστήμων ἐκείνου γέγονεν ὃ εἶδεν κατὰ τὸν ἄρτι λόγον;
Θεαίτητος
ΘΕΑΙ. ναί. 15
Σωκράτης
ΣΩ. τί δέ; μνήμην οὐ λέγεις μέντοι τι;
Θεαίτητος
ΘΕΑΙ. ναί.
Σωκράτης
ΣΩ. πότερον οὐδενὸς ἢ τινός;
Θεαίτητος
ΘΕΑΙ. τινὸς δήπου.
Σωκράτης
ΣΩ. οὐκοῦν ὧν ἔμαθε καὶ ὧν ᾔσθετο, τοιουτωνί τινων; 20
Θεαίτητος
ΘΕΑΙ. τί μήν;
Σωκράτης
ΣΩ. ὃ δὴ εἶδέ τις, μέμνηταί που ἐνίοτε;
Θεαίτητος
ΘΕΑΙ. μέμνηται.
Σωκράτης
ΣΩ. ἦ καὶ μύσας; ἢ τοῦτο δράσας ἐπελάθετο;
Θεαίτητος
ΘΕΑΙ. ἀλλὰ δεινόν, ὦ Σώκρατες, τοῦτό γε φάναι. 25
Σωκράτης
ΣΩ. δεῖ γε μέντοι, εἰ σώσομεν τὸν πρόσθε λόγον· εἰ δὲ μή, οἴχεται.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi