Thesauros Edebiyat Felsefe Κρατύλος

Κρατύλος

Κρατύλος Plato

388–389

Σωκράτης
ΣΩ. εἶεν. τῷ δὲ τίνος ἔργῳ ὁ διδασκαλικὸς χρήσεται ὅταν τῷ ὀνόματι χρῆται;
Ἑρμογένης
ΕΡΜ. οὐδὲ τοῦτʼ ἔχω. 35
Σωκράτης
ΣΩ. οὐδὲ τοῦτό γʼ ἔχεις εἰπεῖν, τίς παραδίδωσιν ἡμῖν τὰ ὀνόματα οἷς χρώμεθα;
Ἑρμογένης
ΕΡΜ. οὐ δῆτα.
Σωκράτης
ΣΩ. ἆρʼ οὐχὶ ὁ νόμος δοκεῖ σοι εἶναι ὁ παραδιδοὺς αὐτά;
Ἑρμογένης
ΕΡΜ. ἔοικεν.
Σωκράτης
ΣΩ. νομοθέτου ἄρα ἔργῳ χρήσεται ὁ διδασκαλικὸς ὅταν ὀνόματι χρῆται; 40
Ἑρμογένης
ΕΡΜ. δοκεῖ μοι.
Σωκράτης
ΣΩ. νομοθέτης δέ σοι δοκεῖ πᾶς εἶναι ἀνὴρ ἢ ὁ τὴν τέχνην ἔχων;
Ἑρμογένης
ΕΡΜ. ὁ τὴν τέχνην.
Σωκράτης
ΣΩ. οὐκ ἄρα παντὸς ἀνδρός, ὦ Ἑρμόγενες, ὄνομα θέσθαι ἐστὶν ἀλλά τινος ὀνοματουργοῦ· οὗτος δʼ ἐστίν, ὡς ἔοικεν, ὁ νομοθέτης, ὃς δὴ τῶν δημιουργῶν σπανιώτατος ἐν ἀνθρώποις γίγνεται.
Ἑρμογένης
ΕΡΜ. ἔοικεν.
Σωκράτης
ΣΩ. ἴθι δή, ἐπίσκεψαι ποῖ βλέπων ὁ νομοθέτης τὰ ὀνόματα τίθεται· ἐκ τῶν ἔμπροσθεν δὲ ἀνάσκεψαι. ποῖ βλέπων ὁ τέκτων τὴν κερκίδα ποιεῖ; ἆρʼ οὐ πρὸς τοιοῦτόν τι ὃ ἐπεφύκει κερκίζειν;
Ἑρμογένης
ΕΡΜ. πάνυ γε.
Σωκράτης
ΣΩ. τί δέ; ἂν καταγῇ αὐτῷ ἡ κερκὶς ποιοῦντι, πότερον πάλιν ποιήσει ἄλλην πρὸς τὴν κατεαγυῖαν βλέπων, ἢ πρὸς ἐκεῖνο τὸ εἶδος πρὸς ὅπερ καὶ ἣν κατέαξεν ἐποίει; 5
Ἑρμογένης
ΕΡΜ. πρὸς ἐκεῖνο, ἔμοιγε δοκεῖ.
Σωκράτης
ΣΩ. οὐκοῦν ἐκεῖνο δικαιότατʼ ἂν αὐτὸ ὃ ἔστιν κερκὶς καλέσαιμεν;
Ἑρμογένης
ΕΡΜ. ἔμοιγε δοκεῖ.
Σωκράτης
ΣΩ. οὐκοῦν ἐπειδὰν δέῃ λεπτῷ ἱματίῳ ἢ παχεῖ ἢ λινῷ ἢ ἐρεῷ ἢ ὁποιῳοῦν τινι κερκίδα ποιεῖν, πάσας μὲν δεῖ τὸ τῆς κερκίδος ἔχειν εἶδος, οἵα δʼ ἑκάστῳ καλλίστη ἐπεφύκει, ταύτην ἀποδιδόναι τὴν φύσιν εἰς τὸ ἔργον ἕκαστον;
Ἑρμογένης
ΕΡΜ. ναί. 10

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi