Thesauros Edebiyat Felsefe Κρατύλος

Κρατύλος

Κρατύλος Plato

388

Σωκράτης
ΣΩ. οὐκοῦν καὶ περὶ τρυπάνου ἕξεις οὕτως εἰπεῖν καὶ περὶ τῶν ἄλλων;
Ἑρμογένης
ΕΡΜ. πάνυ γε. 15
Σωκράτης
ΣΩ. ἔχεις δὴ καὶ περὶ ὀνόματος οὕτως εἰπεῖν; ὀργάνῳ ὄντι τῷ ὀνόματι ὀνομάζοντες τί ποιοῦμεν;
Ἑρμογένης
ΕΡΜ. οὐκ ἔχω λέγειν.
Σωκράτης
ΣΩ. ἆρʼ οὐ διδάσκομέν τι ἀλλήλους καὶ τὰ πράγματα διακρίνομεν ᾗ ἔχει;
Ἑρμογένης
ΕΡΜ. πάνυ γε.
Σωκράτης
ΣΩ. ὄνομα ἄρα διδασκαλικόν τί ἐστιν ὄργανον καὶ διακριτικὸν τῆς οὐσίας ὥσπερ κερκὶς ὑφάσματος. 20
Ἑρμογένης
ΕΡΜ. ναί.
Σωκράτης
ΣΩ. ὑφαντικὸν δέ γε ἡ κερκίς;
Ἑρμογένης
ΕΡΜ. πῶς δʼ οὔ;
Σωκράτης
ΣΩ. ὑφαντικὸς μὲν ἄρα κερκίδι καλῶς χρήσεται, καλῶς δʼ ἐστὶν ὑφαντικῶς· διδασκαλικὸς δὲ ὀνόματι, καλῶς δʼ ἐστὶ διδασκαλικῶς.
Ἑρμογένης
ΕΡΜ. ναί. 25
Σωκράτης
ΣΩ. τῷ τίνος οὖν ἔργῳ ὁ ὑφάντης καλῶς χρήσεται ὅταν τῇ κερκίδι χρῆται;
Ἑρμογένης
ΕΡΜ. τῷ τοῦ τέκτονος.
Σωκράτης
ΣΩ. πᾶς δὲ τέκτων ἢ ὁ τὴν τέχνην ἔχων;
Ἑρμογένης
ΕΡΜ. ὁ τὴν τέχνην.
Σωκράτης
ΣΩ. τῷ τίνος δὲ ἔργῳ ὁ τρυπητὴς καλῶς χρήσεται ὅταν τῷ τρυπάνῳ χρῆται; 30
Ἑρμογένης
ΕΡΜ. τῷ τοῦ χαλκέως.
Σωκράτης
ΣΩ. ἆρʼ οὖν πᾶς χαλκεὺς ἢ ὁ τὴν τέχνην ἔχων;
Ἑρμογένης
ΕΡΜ. ὁ τὴν τέχνην.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi