Thesauros Edebiyat Felsefe Κρατύλος

Κρατύλος

Κρατύλος Plato

413–414

Ἑρμογένης
ΕΡΜ. φαίνῃ μοι, ὦ Σώκρατες, ταῦτα μὲν ἀκηκοέναι του καὶ οὐκ αὐτοσχεδιάζειν.
Σωκράτης
ΣΩ. τί δὲ τἆλλα;
Ἑρμογένης
ΕΡΜ. οὐ πάνυ.
Σωκράτης
ΣΩ. ἄκουε δή· ἴσως γὰρ ἄν σε καὶ τὰ ἐπίλοιπα ἐξαπατήσαιμι ὡς οὐκ ἀκηκοὼς λέγω. μετὰ γὰρ δικαιοσύνην τί ἡμῖν λείπεται; ἀνδρείαν οἶμαι οὔπω διήλθομεν. ἀδικία μὲν γὰρ δῆλον ὅτι ἐστὶν ὄντος ἐμπόδισμα τοῦ διαϊόντος, ἀνδρεία δὲ σημαίνει ὡς ἐν μάχῃ ἐπονομαζομένης τῆς ἀνδρείας—μάχην δʼ εἶναι ἐν τῷ ὄντι, εἴπερ ῥεῖ, οὐκ ἄλλο τι ἢ τὴν ἐναντίαν ῥοήν—ἐὰν οὖν τις ἐξέλῃ τὸ δέλτα τοῦ ὀνόματος τῆς ἀνδρείας, αὐτὸ μηνύει τὸ ἔργον τὸ ὄνομα ἡ ἀνρεία. 5
 
ΣΩ. δῆλον οὖν ὅτι οὐ πάσῃ ῥοῇ ἡ ἐναντία ῥοὴ ἀνδρεία ἐστίν, ἀλλὰ τῇ παρὰ τὸ δίκαιον ῥεούσῃ· οὐ γὰρ ἂν ἐπῃνεῖτο ἡ ἀνδρεία. καὶ τὸ ἄρρεν καὶ ὁ ἀνὴρ ἐπὶ παραπλησίῳ τινὶ τούτῳ ἐστί, τῇ ἄνῳ ῥοῇ. γυνὴ δὲ γονή μοι φαίνεται βούλεσθαι εἶναι. τὸ δὲ θῆλυ ἀπὸ τῆς θηλῆς τι φαίνεται ἐπωνομάσθαι· ἡ δὲ θηλὴ ἆρά γε, ὦ Ἑρμόγενες, ὅτι τεθηλέναι ποιεῖ ὥσπερ τὰ ἀρδόμενα;
Ἑρμογένης
ΕΡΜ. ἔοικέν γε, ὦ Σώκρατες.
Σωκράτης
ΣΩ. καὶ μὴν αὐτό γε τὸ θάλλειν τὴν αὔξην μοι δοκεῖ ἀπεικάζειν τὴν τῶν νέων, ὅτι ταχεῖα καὶ ἐξαιφνιδία γίγνεται. οἷόνπερ οὖν μεμίμηται τῷ ὀνόματι, συναρμόσας ἀπὸ τοῦ θεῖν καὶ ἅλλεσθαι τὸ ὄνομα. ἀλλʼ οὐ γὰρ ἐπισκοπεῖς με ὥσπερ ἐκτὸς δρόμου φερόμενον ἐπειδὰν λείου ἐπιλάβωμαι· ἐπίλοιπα δὲ ἡμῖν ἔτι συχνὰ τῶν δοκούντων σπουδαίων εἶναι.
Ἑρμογένης
ΕΡΜ. ἀληθῆ λέγεις.
Σωκράτης
ΣΩ. ὧν γʼ ἔστιν ἓν καὶ τέχνην ἰδεῖν ὅτι ποτὲ βούλεται εἶναι. 5
Ἑρμογένης
ΕΡΜ. πάνυ μὲν οὖν.
Σωκράτης
ΣΩ. οὐκοῦν τοῦτό γε ἕξιν νοῦ σημαίνει, τὸ μὲν ταῦ ἀφελόντι, ἐμβαλόντι δὲ οὖ μεταξὺ τοῦ χεῖ καὶ τοῦ νῦ καὶ τοῦ νῦ καὶ τοῦ ἦτα;

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi