Thesauros Edebiyat Felsefe Κρατύλος

Κρατύλος

Κρατύλος Plato

385

Σωκράτης
ΣΩ. ἴσως μέντοι τὶ λέγεις, ὦ Ἑρμόγενες· σκεψώμεθα δέ. ὃ ἂν φῂς καλῇ τις ἕκαστον, τοῦθʼ ἑκάστῳ ὄνομα;
Ἑρμογένης
ΕΡΜ. ἔμοιγε δοκεῖ.
Σωκράτης
ΣΩ. καὶ ἐὰν ἰδιώτης καλῇ καὶ ἐὰν πόλις;
Ἑρμογένης
ΕΡΜ. φημί.
Σωκράτης
ΣΩ. τί οὖν; ἐὰν ἐγὼ καλῶ ὁτιοῦν τῶν ὄντων, οἷον ὃ νῦν καλοῦμεν ἄνθρωπον, ἐὰν ἐγὼ τοῦτο ἵππον προσαγορεύω, ὃ δὲ νῦν ἵππον, ἄνθρωπον, ἔσται δημοσίᾳ μὲν ὄνομα ἄνθρωπος τῷ αὐτῷ, ἰδίᾳ δὲ ἵππος; καὶ ἰδίᾳ μὲν αὖ ἄνθρωπος, δημοσίᾳ δὲ ἵππος; οὕτω λέγεις; 5
Ἑρμογένης
ΕΡΜ. ἔμοιγε δοκεῖ.
Σωκράτης
ΣΩ. φέρε δή μοι τόδε εἰπέ· καλεῖς τι ἀληθῆ λέγειν καὶ ψευδῆ;
Ἑρμογένης
ΕΡΜ. ἔγωγε.
Σωκράτης
ΣΩ. οὐκοῦν εἴη ἂν λόγος ἀληθής, ὁ δὲ ψευδής;
Ἑρμογένης
ΕΡΜ. πάνυ γε. 10
Σωκράτης
ΣΩ. ἆρʼ οὖν οὗτος ὃς ἂν τὰ ὄντα λέγῃ ὡς ἔστιν, ἀληθής· ὃς δʼ ἂν ὡς οὐκ ἔστιν, ψευδής;
Ἑρμογένης
ΕΡΜ. ναί.
Σωκράτης
ΣΩ. ἔστιν ἄρα τοῦτο, λόγῳ λέγειν τὰ ὄντα τε καὶ μή;
Ἑρμογένης
ΕΡΜ. πάνυ γε.
Σωκράτης
ΣΩ. ὁ λόγος δʼ ἐστὶν ὁ ἀληθὴς πότερον μὲν ὅλος ἀληθής, τὰ μόρια δʼ αὐτοῦ οὐκ ἀληθῆ; 15
Ἑρμογένης
ΕΡΜ. οὔκ, ἀλλὰ καὶ τὰ μόρια.
Σωκράτης
ΣΩ. πότερον δὲ τὰ μὲν μεγάλα μόρια ἀληθῆ, τὰ δὲ σμικρὰ οὔ· ἢ πάντα;
Ἑρμογένης
ΕΡΜ. πάντα, οἶμαι ἔγωγε.
Σωκράτης
ΣΩ. ἔστιν οὖν ὅτι λέγεις λόγου σμικρότερον μόριον ἄλλο ἢ ὄνομα;
Ἑρμογένης
ΕΡΜ. οὔκ, ἀλλὰ τοῦτο σμικρότατον. 20

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi