Thesauros Edebiyat Felsefe Κρατύλος

Κρατύλος

Κρατύλος Plato

397–398

Σωκράτης
ΣΩ. ἆρʼ οὖν οὐ δίκαιον ἀπὸ τῶν θεῶν ἄρχεσθαι, σκοπουμένους πῇ ποτε αὐτὸ τοῦτο τὸ ὄνομα οἱ θεοὶ ὀρθῶς ἐκλήθησαν;
Ἑρμογένης
ΕΡΜ. εἰκός γε. 5
Σωκράτης
ΣΩ. τοιόνδε τοίνυν ἔγωγε ὑποπτεύω· φαίνονταί μοι οἱ πρῶτοι τῶν ἀνθρώπων τῶν περὶ τὴν Ἑλλάδα τούτους μόνους τοὺς θεοὺς ἡγεῖσθαι οὕσπερ νῦν πολλοὶ τῶν βαρβάρων, ἥλιον καὶ σελήνην καὶ γῆν καὶ ἄστρα καὶ οὐρανόν· ἅτε οὖν αὐτὰ ὁρῶντες πάντα ἀεὶ ἰόντα δρόμῳ καὶ θέοντα, ἀπὸ ταύτης τῆς φύσεως τῆς τοῦ δαήμονες θεοὺς αὐτοὺς ἐπονομάσαι· ὕστερον δὲ κατανοοῦντες τοὺς ἄλλους πάντας ἤδη τούτῳ τῷ ὀνόματι προσαγορεύειν. ἔοικέ τι ὃ λέγω τῷ ἀληθεῖ ἢ οὐδέν;
Ἑρμογένης
ΕΡΜ. πάνυ μὲν οὖν ἔοικεν.
Σωκράτης
ΣΩ. τί οὖν ἂν μετὰ τοῦτο σκοποῖμεν;
Ἑρμογένης
ΕΡΜ. δῆλον δὴ ὅτι δαίμονάς τε καὶ ἥρωας καὶ ἀνθρώπους δαίμονας.
Σωκράτης
ΣΩ. καὶ ὡς ἀληθῶς, ὦ Ἑρμόγενες, τί ἄν ποτε νοοῖ τὸ ὄνομα οἱ δαίμονες; σκέψαι ἄν τί σοι δόξω εἰπεῖν. 10
Ἑρμογένης
ΕΡΜ. λέγε μόνον.
Σωκράτης
ΣΩ. οἶσθα οὖν τίνας φησὶν Ἡσίοδος εἶναι τοὺς δαίμονας;
Ἑρμογένης
ΕΡΜ. οὐκ ἐννοῶ.
Σωκράτης
ΣΩ. οὐδὲ ὅτι χρυσοῦν γένος τὸ πρῶτόν φησιν γενέσθαι τῶν ἀνθρώπων;
Ἑρμογένης
ΕΡΜ. οἶδα τοῦτό γε. 15
Σωκράτης
ΣΩ. λέγει τοίνυν περὶ αὐτοῦ—αὐτὰρ ἐπειδὴ τοῦτο γένος κατὰ μοῖρʼ ἐκάλυψεν, οἱ μὲν δαίμονες ἁγνοὶ ὑποχθόνιοι καλέονται,ἐσθλοί, ἀλεξίκακοι, φύλακες θνητῶν ἀνθρώπων.Hes. WD 122 ff.
Ἑρμογένης
ΕΡΜ. τί οὖν δή;
Σωκράτης
ΣΩ. ὅτι οἶμαι ἐγὼ λέγειν αὐτὸν τὸ χρυσοῦν γένος οὐκ ἐκ χρυσοῦ πεφυκὸς ἀλλʼ ἀγαθόν τε καὶ καλόν. τεκμήριον δέ μοί ἐστιν ὅτι καὶ ἡμᾶς φησιν σιδηροῦν εἶναι γένος.
Ἑρμογένης
ΕΡΜ. ἀληθῆ λέγεις.
Σωκράτης
ΣΩ. οὐκοῦν καὶ τῶν νῦν οἴει ἂν φάναι αὐτὸν εἴ τις ἀγαθός ἐστιν ἐκείνου τοῦ χρυσοῦ γένους εἶναι; 5
Ἑρμογένης
ΕΡΜ. εἰκός γε.
Σωκράτης
ΣΩ. οἱ δʼ ἀγαθοὶ ἄλλο τι ἢ φρόνιμοι;
Ἑρμογένης
ΕΡΜ. φρόνιμοι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi