Thesauros Edebiyat Felsefe Εὐθύφρων

Εὐθύφρων

Εὐθύφρων Plato

3–4

Εὐθύφρων
ΕΥΘ. τούτου οὖν πέρι ὅπως ποτὲ πρὸς ἐμὲ ἔχουσιν, οὐ πάνυ ἐπιθυμῶ πειραθῆναι.
Σωκράτης
ΣΩ. ἴσως γὰρ σὺ μὲν δοκεῖς σπάνιον σεαυτὸν παρέχειν καὶ διδάσκειν οὐκ ἐθέλειν τὴν σεαυτοῦ σοφίαν· ἐγὼ δὲ φοβοῦμαι μὴ ὑπὸ φιλανθρωπίας δοκῶ αὐτοῖς ὅτιπερ ἔχω ἐκκεχυμένως παντὶ ἀνδρὶ λέγειν, οὐ μόνον ἄνευ μισθοῦ, ἀλλὰ καὶ προστιθεὶς ἂν ἡδέως εἴ τίς μου ἐθέλει ἀκούειν. εἰ μὲν οὖν, ὃ νυνδὴ ἔλεγον, μέλλοιέν μου καταγελᾶν ὥσπερ σὺ φῂς σαυτοῦ, οὐδὲν ἂν εἴη ἀηδὲς παίζοντας καὶ γελῶντας ἐν τῷ δικαστηρίῳ διαγαγεῖν· εἰ δὲ σπουδάσονται, τοῦτʼ ἤδη ὅπῃ ἀποβήσεται ἄδηλον πλὴν ὑμῖν τοῖς μάντεσιν.
Εὐθύφρων
ΕΥΘ. ἀλλʼ ἴσως οὐδὲν ἔσται, ὦ Σώκρατες, πρᾶγμα, ἀλλὰ σύ τε κατὰ νοῦν ἀγωνιῇ τὴν δίκην, οἶμαι δὲ καὶ ἐμὲ τὴν ἐμήν.
Σωκράτης
ΣΩ. ἔστιν δὲ δὴ σοί, ὦ Εὐθύφρων, τίς ἡ δίκη; φεύγεις αὐτὴν ἢ διώκεις;
Εὐθύφρων
ΕΥΘ. διώκω. 10
Σωκράτης
ΣΩ. τίνα;
Εὐθύφρων
ΕΥΘ. ὃν διώκων αὖ δοκῶ μαίνεσθαι.
Σωκράτης
ΣΩ. τί δέ; πετόμενόν τινα διώκεις;
Εὐθύφρων
ΕΥΘ. πολλοῦ γε δεῖ πέτεσθαι, ὅς γε τυγχάνει ὢν εὖ μάλα πρεσβύτης.
Σωκράτης
ΣΩ. τίς οὗτος;
Εὐθύφρων
ΕΥΘ. ὁ ἐμὸς πατήρ. 5
Σωκράτης
ΣΩ. ὁ σός, ὦ βέλτιστε;
Εὐθύφρων
ΕΥΘ. πάνυ μὲν οὖν.
Σωκράτης
ΣΩ. ἔστιν δὲ τί τὸ ἔγκλημα καὶ τίνος ἡ δίκη;
Εὐθύφρων
ΕΥΘ. φόνου, ὦ Σώκρατες.
Σωκράτης
ΣΩ. Ἡράκλεις. ἦ που, ὦ Εὐθύφρων, ἀγνοεῖται ὑπὸ τῶν πολλῶν ὅπῃ ποτὲ ὀρθῶς ἔχει· οὐ γὰρ οἶμαί γε τοῦ ἐπιτυχόντος ὀρθῶς αὐτὸ πρᾶξαι ἀλλὰ πόρρω που ἤδη σοφίας ἐλαύνοντος. 10
Εὐθύφρων
ΕΥΘ. πόρρω μέντοι νὴ Δία, ὦ Σώκρατες.
Σωκράτης
ΣΩ. ἔστιν δὲ δὴ τῶν οἰκείων τις ὁ τεθνεὼς ὑπὸ τοῦ σοῦ πατρός; ἢ δῆλα δή; οὐ γὰρ ἄν που ὑπέρ γε ἀλλοτρίου ἐπεξῇσθα φόνου αὐτῷ.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi