Thesauros Edebiyat Felsefe Εὐθύφρων

Εὐθύφρων

Εὐθύφρων Plato

14

Σωκράτης
ΣΩ. ἦ πολύ μοι διὰ βραχυτέρων, ὦ Εὐθύφρων, εἰ ἐβούλου, εἶπες ἂν τὸ κεφάλαιον ὧν ἠρώτων· ἀλλὰ γὰρ οὐ πρόθυμός με εἶ διδάξαι—δῆλος εἶ. καὶ γὰρ νῦν ἐπειδὴ ἐπʼ αὐτῷ ἦσθα ἀπετράπου, ὃ εἰ ἀπεκρίνω, ἱκανῶς ἂν ἤδη παρὰ σοῦ τὴν ὁσιότητα ἐμεμαθήκη. νῦν δὲ ἀνάγκη γὰρ τὸν ἐρῶντα τῷ ἐρωμένῳ ἀκολουθεῖν ὅπῃ ἂν ἐκεῖνος ὑπάγῃ, τί δὴ αὖ λέγεις τὸ ὅσιον εἶναι καὶ τὴν ὁσιότητα; οὐχὶ ἐπιστήμην τινὰ τοῦ θύειν τε καὶ εὔχεσθαι;
Εὐθύφρων
ΕΥΘ. ἔγωγε.
Σωκράτης
ΣΩ. οὐκοῦν τὸ θύειν δωρεῖσθαί ἐστι τοῖς θεοῖς, τὸ δʼ εὔχεσθαι αἰτεῖν τοὺς θεούς; 10
Εὐθύφρων
ΕΥΘ. καὶ μάλα, ὦ Σώκρατες.
Σωκράτης
ΣΩ. ἐπιστήμη ἄρα αἰτήσεως καὶ δόσεως θεοῖς ὁσιότης ἂν εἴη ἐκ τούτου τοῦ λόγου.
Εὐθύφρων
ΕΥΘ. πάνυ καλῶς, ὦ Σώκρατες, συνῆκας ὃ εἶπον.
Σωκράτης
ΣΩ. ἐπιθυμητὴς γάρ εἰμι, ὦ φίλε, τῆς σῆς σοφίας καὶ προσέχω τὸν νοῦν αὐτῇ, ὥστε οὐ χαμαὶ πεσεῖται ὅτι ἂν εἴπῃς. ἀλλά μοι λέξον τίς αὕτη ἡ ὑπηρεσία ἐστὶ τοῖς θεοῖς; αἰτεῖν τε φῂς αὐτοὺς καὶ διδόναι ἐκείνοις;
Εὐθύφρων
ΕΥΘ. ἔγωγε. 15
Σωκράτης
ΣΩ. ἆρʼ οὖν οὐ τό γε ὀρθῶς αἰτεῖν ἂν εἴη ὧν δεόμεθα παρʼ ἐκείνων, ταῦτα αὐτοὺς αἰτεῖν;
Εὐθύφρων
ΕΥΘ. ἀλλὰ τί;
Σωκράτης
ΣΩ. καὶ αὖ τὸ διδόναι ὀρθῶς, ὧν ἐκεῖνοι τυγχάνουσιν δεόμενοι παρʼ ἡμῶν, ταῦτα ἐκείνοις αὖ ἀντιδωρεῖσθαι; οὐ γάρ που τεχνικόν γʼ ἂν εἴη δωροφορεῖν διδόντα τῳ ταῦτα ὧν οὐδὲν δεῖται.
Εὐθύφρων
ΕΥΘ. ἀληθῆ λέγεις, ὦ Σώκρατες.
Σωκράτης
ΣΩ. ἐμπορικὴ ἄρα τις ἂν εἴη, ὦ Εὐθύφρων, τέχνη ἡ ὁσιότης θεοῖς καὶ ἀνθρώποις παρʼ ἀλλήλων. 20
Εὐθύφρων
ΕΥΘ. ἐμπορική, εἰ οὕτως ἥδιόν σοι ὀνομάζειν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi