Thesauros Edebiyat Felsefe Εὐθύφρων

Εὐθύφρων

Εὐθύφρων Plato

12–13

Σωκράτης
ΣΩ. ὅρα δὴ τὸ μετὰ τοῦτο. εἰ γὰρ μέρος τὸ ὅσιον τοῦ δικαίου, δεῖ δὴ ἡμᾶς, ὡς ἔοικεν, ἐξευρεῖν τὸ ποῖον μέρος ἂν εἴη τοῦ δικαίου τὸ ὅσιον. εἰ μὲν οὖν σύ με ἠρώτας τι τῶν νυνδή, οἷον ποῖον μέρος ἐστὶν ἀριθμοῦ τὸ ἄρτιον καὶ τίς ὢν τυγχάνει οὗτος ὁ ἀριθμός, εἶπον ἂν ὅτι ὃς ἂν μὴ σκαληνὸς ᾖ ἀλλʼ ἰσοσκελής· ἢ οὐ δοκεῖ σοι;
Εὐθύφρων
ΕΥΘ. ἔμοιγε.
Σωκράτης
ΣΩ. πειρῶ δὴ καὶ σὺ ἐμὲ οὕτω διδάξαι τὸ ποῖον μέρος τοῦ δικαίου ὅσιόν ἐστιν, ἵνα καὶ Μελήτῳ λέγωμεν μηκέθʼ ἡμᾶς ἀδικεῖν μηδὲ ἀσεβείας γράφεσθαι, ὡς ἱκανῶς ἤδη παρὰ σοῦ μεμαθηκότας τά τε εὐσεβῆ καὶ ὅσια καὶ τὰ μή. 15
Εὐθύφρων
ΕΥΘ. τοῦτο τοίνυν ἔμοιγε δοκεῖ, ὦ Σώκρατες, τὸ μέρος τοῦ δικαίου εἶναι εὐσεβές τε καὶ ὅσιον, τὸ περὶ τὴν τῶν θεῶν θεραπείαν, τὸ δὲ περὶ τὴν τῶν ἀνθρώπων τὸ λοιπὸν εἶναι τοῦ δικαίου μέρος.
Σωκράτης
ΣΩ. καὶ καλῶς γέ μοι, ὦ Εὐθύφρων, φαίνῃ λέγειν, ἀλλὰ σμικροῦ τινος ἔτι ἐνδεής εἰμι· τὴν γὰρ θεραπείαν οὔπω συνίημι ἥντινα ὀνομάζεις. οὐ γάρ που λέγεις γε, οἷαίπερ καὶ αἱ περὶ τὰ ἄλλα θεραπεῖαί εἰσιν, τοιαύτην καὶ περὶ θεούς— λέγομεν γάρ που—οἷόν φαμεν ἵππους οὐ πᾶς ἐπίσταται θεραπεύειν ἀλλὰ ὁ ἱππικός· ἦ γάρ;
Εὐθύφρων
ΕΥΘ. πάνυ γε.
Σωκράτης
ΣΩ. ἡ γάρ που ἱππικὴ ἵππων θεραπεία.
Εὐθύφρων
ΕΥΘ. ναί.
Σωκράτης
ΣΩ. οὐδέ γε κύνας πᾶς ἐπίσταται θεραπεύειν ἀλλὰ ὁ κυνηγετικός. 5
Εὐθύφρων
ΕΥΘ. οὕτω.
Σωκράτης
ΣΩ. ἡ γάρ που κυνηγετικὴ κυνῶν θεραπεία.
Εὐθύφρων
ΕΥΘ. ναί.
Σωκράτης
ΣΩ. ἡ δέ γε βοηλατικὴ βοῶν.
Εὐθύφρων
ΕΥΘ. πάνυ γε. 10
Σωκράτης
ΣΩ. ἡ δὲ δὴ ὁσιότης τε καὶ εὐσέβεια θεῶν, ὦ Εὐθύφρων; οὕτω λέγεις;
Εὐθύφρων
ΕΥΘ. ἔγωγε.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi