Thesauros Edebiyat Felsefe Εὐθύφρων

Εὐθύφρων

Εὐθύφρων Plato

12

Σωκράτης
ΣΩ. καὶ μὴν νεώτερός γέ μου εἶ οὐκ ἔλαττον ἢ ὅσῳ σοφώτερος· ἀλλʼ, ὃ λέγω, τρυφᾷς ὑπὸ πλούτου τῆς σοφίας. ἀλλʼ, ὦ μακάριε, σύντεινε σαυτόν· καὶ γὰρ οὐδὲ χαλεπὸν κατανοῆσαι ὃ λέγω. λέγω γὰρ δὴ τὸ ἐναντίον ἢ ὁ ποιητὴς ἐποίησεν ὁ ποιήσας—Ζῆνα δὲ τὸν θʼ ἔρξαντα καὶ ὃς τάδε πάντʼ ἐφύτευσεν οὐκ ἐθέλει νεικεῖν· ἵνα γὰρ δέος ἔνθα καὶ αἰδώς.Stasinus Cypria Fr. 20ἐγὼ οὖν τούτῳ διαφέρομαι τῷ ποιητῇ. εἴπω σοι ὅπῃ;
Εὐθύφρων
ΕΥΘ. πάνυ γε.
Σωκράτης
ΣΩ. οὐ δοκεῖ μοι εἶναι ἵνα δέος ἔνθα καὶ αἰδώς πολλοὶ γάρ μοι δοκοῦσι καὶ νόσους καὶ πενίας καὶ ἄλλα πολλὰ τοιαῦτα δεδιότες δεδιέναι μέν, αἰδεῖσθαι δὲ μηδὲν ταῦτα ἃ δεδίασιν· οὐ καὶ σοὶ δοκεῖ; 5
Εὐθύφρων
ΕΥΘ. πάνυ γε.
Σωκράτης
ΣΩ. ἀλλʼ ἵνα γε αἰδὼς ἔνθα καὶ δέος εἶναι· ἐπεὶ ἔστιν ὅστις αἰδούμενός τι πρᾶγμα καὶ αἰσχυνόμενος οὐ πεφόβηταί τε καὶ δέδοικεν ἅμα δόξαν πονηρίας;
Εὐθύφρων
ΕΥΘ. δέδοικε μὲν οὖν.
Σωκράτης
ΣΩ. οὐκ ἄρʼ ὀρθῶς ἔχει λέγειν· ἵνα γὰρ δέος ἔνθα καὶ αἰδώς, ἀλλʼ ἵνα μὲν αἰδὼς ἔνθα καὶ δέος, οὐ μέντοι ἵνα γε δέος πανταχοῦ αἰδώς· ἐπὶ πλέον γὰρ οἶμαι δέος αἰδοῦς. μόριον γὰρ αἰδὼς δέους ὥσπερ ἀριθμοῦ περιττόν, ὥστε οὐχ ἵναπερ ἀριθμὸς ἔνθα καὶ περιττόν, ἵνα δὲ περιττὸν ἔνθα καὶ ἀριθμός. ἕπῃ γάρ που νῦν γε;
Εὐθύφρων
ΕΥΘ. πάνυ γε. 10
Σωκράτης
ΣΩ. τὸ τοιοῦτον τοίνυν καὶ ἐκεῖ λέγων ἠρώτων· ἆρα ἵνα δίκαιον ἔνθα καὶ ὅσιον; ἢ ἵνα μὲν ὅσιον ἔνθα καὶ δίκαιον, ἵνα δὲ δίκαιον οὐ πανταχοῦ ὅσιον· μόριον γὰρ τοῦ δικαίου τὸ ὅσιον; οὕτω φῶμεν ἢ ἄλλως σοι δοκεῖ;
Εὐθύφρων
ΕΥΘ. οὔκ, ἀλλʼ οὕτω. φαίνῃ γάρ μοι ὀρθῶς λέγειν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi